1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

22

καὶ δύναμις. Καὶ ὁ ἀπόστολος δέ φησιν· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Καὶ τὸ κατ' εἰκόνα δὲ οἱ ἅγιοι πατέρες κατὰ τὸ νοερὸν ἐκλαμβάνουσιν, ὧν τὰς μαρτυρίας ὑπετάξαμεν. Εἰ οὖν τὸν κατ' εἰκόνα αὐτοῦ γενόμενον ἀνέλαβεν ἄνθρωπον ἤτοι φύσιν ἀνθρωπότητος, πάντως νοερὰν καὶ λογικὴν φύσιν ἀνέλαβεν. Ἀνέλαβε δὲ καὶ θέλησιν αὐτεξούσιον. Ὥσπερ γὰρ τὴν ἄλογον ἀνέλαβεν ὄρεξιν τὴν ἐπιπειθῆ λόγῳ, οὕτω καὶ τὴν λογικήν· οὐ γὰρ ἄνουν καὶ ἄλογον φύσιν ἀνέλαβεν. Εἰ γὰρ ἄνουν καὶ ἄλογον φύσιν ἀνέλαβεν, οὐκ ἄνθρωπον, ἀλλ' ἄλογον ἀνέλαβε. Νοερὰ γὰρ καὶ λογικὴ φύσις ὁ ἄνθρωπος. 39 Ἄρ' οὖν πάντες οἱ ἅγιοι πατέρες, ὥσπερ δύο τὰς φύσεις εἶπον ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὕτω καὶ πάντα τὰ φυσικὰ ἰδιώματα διπλᾶ· ἀδύνατον γὰρ φύσιν συστῆναι δίχα τῶν συστατικῶν αὐτῆς ἰδιωμάτων. Ἐξ ἀνάγκης τοιγαροῦν δύο φύσεις αὐτοῦ λέγοντας δύο λέγειν δεῖ αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα, τουτέστι τὰς θελητικὰς δυνάμεις· εἶχε γὰρ ὡς φύσει θεὸς θέλησιν θείαν παντοδύναμον, καὶ ὡς φύσει γενόμενος ἄνθρωπος εἶχε τὴν ἀνθρωπίνην θέλησιν, καθ' ἣν ἠθέλησε λαθεῖν εἰς οἶκον εἰσελθὼν καὶ οὐκ ἐδυνήθη. Οὐ γὰρ δήπου, ὡς οἶμαι, τῇ θείᾳ θελήσει τὸ ἀδύνατον ἐπιγράψουσιν. Εἶχεν μὲν οὖν τῆς ἀνθρωπίνης αὐτοῦ ψυχῆς τὴν θελητικὴν δύναμιν καὶ κατὰ ταύτην ἤθελε τὰ ἀνθρώπινα καὶ κατὰ τὴν ψυχικὴν αὐτοῦ θέλησιν ἐκινεῖτο πρὸς τὰ ἀνθρώπινα, ὥσπερ τῇ θείᾳ θελήσει τὰ θεῖα ἤθελεν ὁ εἷς καὶ ὁ αὐτὸς υἱὸς τοῦ θεοῦ Χριστός, ὁ θεὸς τέλειος καὶ τέλειος ἄνθρωπος, ἀλλ' οὐκ ἐναντιότητι γνώμης· ὑπετάσσετο γὰρ αὐτεξουσίως ἡ ἀνθρωπίνη αὐτοῦ θέλησις τῷ θείῳ αὐτοῦ καὶ πατρικῷ θελήματι καὶ ταῦτα ἤθελεν, ἃ ἤθελεν ἡ θεία αὐτοῦ θέλησις θέλειν αὐτήν. 40 Ἐπειδὴ γὰρ οὐχ ὑπετάγη ἡ τοῦ Ἀδὰμ θέλησις τῷ θείῳ θελήματι, ἀλλ' ἡ γνώμη αὐτοῦ τὰ ἐναντία ἠθέλησε τοῦ θείου θελήματος-καὶ τοῦτο ἦν ἡ παράβασις, καὶ οὐδεὶς τῶν ἐξ Ἀδὰμ κατὰ πάντα ὑπήκοος γέγονε τῷ θείῳ θελήματι, ἑκάστη δὲ ὑπόστασις κατ' οἰκείαν γνώμην παρήκοος γέγονε τοῦ θείου θελήματος· «πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ» κατὰ τὸν ἀπόστολον-, διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ πατρὸς εὐδοκίᾳ γενόμενος ἄνθρωπος φύσιν μὲν ἀνθρωπίνην ἀνέλαβε καὶ φυσικὴν ἀνθρωπίνην θέλησιν, ὑπόστασιν δὲ ἀνθρωπίνην οὐκ ἀνέλαβεν, ἵν' ἡ φυσικὴ τῆς ἀνθρωπότητος θέλησις μὴ κατὰ οἰκεῖον ὑποστατικὸν καὶ γνωμικὸν θέλημα πολιτεύσηται ἐναντίως τοῦ θείου θελήματος, ἀλλ' αὐτεξουσίως κατὰ πάντα ὑπήκοος γένηται καὶ οὕτως λυθῇ ἡ ἀρχαία παράβασις. 41 Καὶ πάλιν· Εἶχε μὲν οὖν ἀνθρωπίνην θέλησιν κατὰ Μάρκον τὸν εὐαγγελιστήν, ὅτι «εἰσελθὼν εἰς οἶκον ἠθέλησε λαθεῖν καὶ οὐκ ἐδυνήθη». Παντοδύναμος ἄρα ἡ θεία θέλησις καὶ οὐκ ἀδύναμος, ἀδύναμος δὲ ἡ ἀνθρωπίνη. Ἀνθρωπίνῃ οὖν θελήσει ἠθέλησε, τῆς θείας αὐτοῦ θελήσεως εὐδοκησά σης καὶ καιρὸν δεδωκυίας τῇ ἀνθρωπίνῃ αὐτοῦ φύσει χρήσασθαι τοῖς ἰδίοις, θελῆσαι λέγω καὶ μὴ δυνηθῆναι. Καὶ πάλιν· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο», τουτέστι τὸ τοῦ θανάτου. Ἰδοὺ ἡ φυσικὴ τῆς ζωῆς ὄρεξις καὶ ἐπιθυμία, ἣν φυσικῶς λογικά τε καὶ ἄλογα ζῷα κέκτηνται. «Πλὴν μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» Ἰδοὺ ἡ φυσικὴ καὶ λογικὴ τοῦ νοῦ ὄρεξις ἡ αὐτεξούσιος καὶ κριτικὴ καὶ χαλιναγωγὸς τῆς ἀλόγου ὀρέξεως. «Μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» «Τὸ ἐμόν», τὸ ἀνθρώπινον, καθ' ὃ οὐ κοινωνός σού εἰμι· οὐδὲ γὰρ ἄνθρωπος σὺ καθὼς ἐγὼ γέγονας, τουτέστιν ἐφάμιλλος, οὐδὲ πάθη ἀνθρώπινα ἀνεδέξω. «Ἀλλὰ τὸ σόν», τὸ κοινὸν ἐμοῦ τε καὶ σοῦ, οὗ κοινωνός εἰμι ὡς καὶ τῆς φύσεως τῆς θεότητος. «Οὐ γὰρ καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», οὐχ ἵνα ἰδίᾳ