1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

24

καὶ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑκατέρα φύσις ἐνεργεῖ τὰ ἴδια μετὰ τῆς θατέρου κοινωνίας, καὶ οὐ μία αἱ δύο οὐδὲ τῶν δύο ἓν ἀποτέλεσμα, ἀλλὰ τῆς μὲν ἀνθρωπίνης αὐτοῦ φύσεως τὸ αὐτεξουσίως ὑπακούειν καὶ ἐξυπηρετεῖσθαι τῷ θείῳ θελήματι καὶ θελήματι οἰκείῳ ἐκτείνειν τὴν χεῖρα καὶ ἅπτεσθαι τῆς παιδὸς καθ' ὑπακοὴν τοῦ θείου θελήματος καὶ ὑπηρεσίαν, τῆς δὲ θεότητος τὴν τῆς παιδὸς ἔγερσιν ἐνεργούσης διὰ τῆς ἁφῆς. Ὥστε τῆς μὲν ἀνθρωπίνης ἐνεργείας πέρας ἡ ἑκούσιος τῆς χειρὸς ἔκτασις καὶ ἁφή, τῆς δὲ θείας ἡ τῆς παιδὸς ἔγερσις. 44 Ὅθεν οὐδὲ εἶπεν ὁ μέγας ∆ιονύσιος μίαν «θεανδρικὴν ἐνέργειαν», ἀλλ' ἀπολύτως «καινὴν» ἤτοι ξένην. Ἑκάστη γὰρ αὐτῶν ξένη ἦν καὶ θεανδρική· οὐ γὰρ ἀριθμὸν ἐμφαίνων εἶπεν, ἀλλὰ τὸν ξένον τρόπον. Καὶ γὰρ ὁ κύριος οἰκτείρας τὸ ἴδιον πλάσμα τὸ τῆς ἁμαρτίας πάθος ἑκουσίως παραδεξάμενον ὥσπερ ἐπισπορὰν τοῦ ἐχθροῦ ὅλον ἀνέλαβε τὸ νοσῆσαν, ἵν' ὅλον θεραπεύσῃ· «τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον.» Ὃ δὲ προσελήφθη, τοῦτο καὶ σῴζεται. Τί δὲ τὸ πταῖσαν καὶ πρωτοπαθῆσαν εἰ μὴ ὁ νοῦς καὶ ἡ τούτου λογικὴ ὄρεξις, τουτέστιν ἡ θέλησις; Τοῦτο οὖν ἔχρῃζε τῆς θεραπείας· θελήματος γὰρ νόσος ἡ ἁμαρτία. Εἰ οὐκ ἀνέλαβε λογικὴν καὶ νοερὰν ψυχὴν καὶ τὴν ταύτης θέλησιν, οὐκ ἰάσατο τὸ πάθος τῆς ἀνθρωπίνης φύσεως· διὰ τοῦτο γὰρ καὶ θέλησιν ἀνέλαβεν. Ἁμαρτίαν δὲ οὐκ ἀνέλαβεν· οὐ γὰρ ποίημα αὐτοῦ ἡ ἁμαρτία. Ἵν' οὖν ἐξορίσῃ τὴν ἐπισπαρεῖσαν ὑπὸ τοῦ ἐχθροῦ νόσον τῆς ἁμαρτίας ἐκ τῆς ψυχῆς, διὰ τοῦτο ψυχὴν μὲν καὶ τὴν ταύτης θέλησιν ἀνέλαβεν, ἁμαρτίαν δὲ οὐκ ἐποίησε, καὶ ἵνα ἐλευθερώσῃ τὸ σῶμα ἐκ τῆς φθορᾶς καὶ τῆς ὑπουργίας τῆς ἁμαρτίας, καὶ σῶμα ἀνέλαβεν. Ἀνέλαβε δὲ καὶ τὰς ἐπὶ τῇ πρώτῃ παραβάσει τιμωρίας, ἵνα τὸ καθ' ἡμῶν ὑπὲρ ἡμῶν ἀποτίσας ὄφλημα ἐλευθερώσῃ ἡμᾶς τῆς κατακρίσεως· δοῦλος γὰρ ἐλευθερῶσαι δοῦλον οὐ δύναται. ∆ιὰ τοῦτο αὐτὸς ὡς ἀναμάρτητος ἐλεύθερος ὢν καὶ μήτε θανάτῳ μήτε τινὶ ἑτέρῳ ὑποκείμενος ἐπιτιμίῳ τὰ ἡμῶν ὑπὲρ ἡμῶν ἀνεδέξατο ἐπιτίμια καὶ ὑπὲρ ἡμῶν ἀπέθανεν, ἵνα δῷ «ἐξουσίαν» τοῖς λαμβάνουσιν αὐτὸν «τέκνα θεοῦ γενέσθαι» καὶ τὴν ἀφθαρσίαν αὐτοῖς χαρίσηται καὶ τὸν ἰσάγγελον καὶ ἄλυπον καὶ ἄμοχθον βίον ἐν τῇ παλιγγενεσίᾳ ἐν τῷ μέλλοντι αἰῶνι δωρήσεται· δεῖ γὰρ πρῶτον ὑπομεῖναι τὰ τοῦ πρώτου Ἀδάμ, ἐξ οὗ καὶ τὴν γένεσιν ἐσχήκαμεν, καὶ οὕτω τυχεῖν τοῦ δευτέρου Ἀδὰμ τῶν δωρεῶν. Ἐὰν ἐπακολουθήσωμεν τοῖς αὐτοῦ ἴχνεσι καὶ τὸν νόμον τῆς ἐλευθερίας φυλάξωμεν καὶ μὴ πάλιν τῷ ζυγῷ τῆς ἁμαρτίας δουλεύσωμεν-ἐλευθερώσας γὰρ ἡμῶν τὴν φύσιν πάλιν ἔδωκεν ἡμῖν ἐντολὴν καὶ ἔδειξεν ἡμῖν ὁδόν, καθ' ἣν περιπατοῦντες συμβασιλεύσομεν αὐτῷ, ἀπερχόμενοι, ἔνθα αὐτὸς πρόδρομος ἡμῶν ἀπῆλθεν, ἄλλην δὲ ὁδὸν ὁδεύοντες ἔξω μενοῦμεν-, γένοιτο δὲ ἡμᾶς τοῖς αὐτοῦ ἐπακολουθοῦντας ἴχνεσι πάντοτε σὺν αὐτῷ εἶναι καὶ ἀπολαύειν τῆς αὐτοῦ δόξης καὶ βασιλείας νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.