1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

19

τέσσαρας ἔχει ποιότητας, θερμότητα καὶ ψυχρότητα, ὑγρότητα καὶ ξηρότητα. Εἰ οὖν, ἔνθα σύγχυσις θεωρεῖται, ἀνάγκη θεωρεῖσθαι τὰ φυσικὰ ἰδιώματα τῶν συντεθέντων, πόσῳ μᾶλλον ἐπὶ τῆς ἀσυγχύτου ἑνώσεως. 32 Ἀλλά φασιν, ὡς ὁ ἄνθρωπος οὐκ ἔχει φυσικὸν θέλημα· λέγουσι δὲ Μανιχαϊκῶς δύο μόνα εἶναι θελήματα, τὸ ἓν τὸ θεῖον, τὸ ἀγαθόν, τὸ ἕτερον τὸ διαβολικόν, τὸ πονηρόν. Καὶ πηνίκα μὲν τὸ ἀγαθὸν θελήσει ὁ ἄνθρωπος, τὸ τοῦ θεοῦ ἔσχε θέλημα· ἡνίκα δὲ τὸ πονηρόν, τὸ τοῦ διαβόλου. Ὢ μανίας ὑπερβολή. Ὢ σκότος ἀγνοίας. Τὸ θεῖον θέλημα παντουργὸν ἢ οὔ; Ναί, φασίν. Εἰ οὖν τὸ θεῖον θέλημα ἔχει ὁ ἄνθρωπος ἀγαθὸν θέλων, ἔσται κατ' αὐτοὺς παντουργός. Ἀλλ' ἀγνοοῦσιν, ὡς ἀδύνατον οἱανοῦν φύσιν χρήσασθαι πράξει ἢ ἐνεργῆσαι ἐνέργειαν, ἧς τὴν δύναμιν οὐ κατὰ φύσιν ἔλαβεν· οἷον οὐ δύναται τὸ πτηνὸν μὴ κατὰ φύσιν λαβὸν τὴν τοῦ πέτασθαι δύναμιν πτῆναι οὐδὲ τὸ χερσαῖον βαδίζειν, εἰ μὴ τὴν βαδιστικὴν κατὰ φύσιν ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται ἐνεργεῖν καὶ θέλειν, εἰ μὴ κατὰ φύσιν τὴν θελητικὴν δύναμιν καὶ ἐνεργητικὴν ἔλαβεν· οὐδὲ γὰρ νοεῖν δύναται, εἰ μὴ φύσει τὴν νοητικὴν ἔλαβεν δύναμιν, οὐδὲ ὁρᾶν οὐδέ τι ἕτερον ἐνεργεῖν· ὥστε ἡ θελητικὴ καὶ ἐνεργητικὴ δύναμις φυσικῶς ἔνεστι τῷ ἀνθρώπῳ καὶ τὸ θέλειν καὶ ἐνεργεῖν. ∆ιὸ καὶ πάσῃ φύσει αἱ φυσικαὶ ἐνέργειαι ἀεὶ ἐνυπάρχουσι καὶ συνυπάρχουσι, τὰ δὲ θελητὰ καὶ ἐνεργητὰ οὐ συνυπάρχουσι. Καὶ ἡ μὲν φυσικὴ θέλησις, τουτέστιν ἡ θελητικὴ δύναμις, μία, τὰ δὲ θελητὰ πολλὰ καὶ διάφορα· φησὶ γὰρ ἡ γραφή· «Πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς». Οὐκ εἶπεν· Ἡ θεία θέλησις ἐν αὐτοῖς, ἀλλὰ «πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς», τουτέστι τὰ θελητά. 33 Ἰστέον δέ, ὅτι τὰ θελητὰ τῆς θεότητος φυσικά εἰσιν· ἄτρεπτος γὰρ οὖσα οὐ πέφυκεν ἄλλως καὶ ἄλλως θέλειν, ἀλλ' ἀεὶ ὡσαύτως θέλει. ∆ιὸ καὶ τὰ αὐτά εἰσι θελητὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· πάντα γὰρ τὰ φυσικὰ τὰ αὐτά εἰσι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὡς ἡ αὐτὴ αὐτῶν φύσις. Οὐδὲν δὲ ὑποστατικὸν ἐν τῇ ὑπερουσίῳ θεότητι, εἰ μὴ τὸ ἀγέννητον καὶ τὸ γεννητικὸν τοῦ πατρὸς καὶ τὸ γεννητὸν τοῦ υἱοῦ καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος. 34 Ὡς εἴπομεν περὶ θελήματος, οὕτω καὶ περὶ ἐνεργείας φαμέν, ὅτι τὸ τῆς ἐνεργείας ὄνομα διάφορα σημαίνει. Ἐνεργείας μὲν θεοῦ ἴδιόν ἐστι τὸ μὴ μόνον ἐπ' ἄπειρον αἰσθήσεως ἐπέκεινα πάσης εἶναι νοῦ τε καὶ παν τὸς αἰῶνος, ἀλλὰ καὶ πάσης οὐσίας τε καὶ κλήσεως. Ἐνέργεια γάρ ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις. Καὶ πάλιν· Ἐνέργειά ἐστι φυσικὴ ἡ πάσης οὐσίας ἔμφυτος κίνησις. Καὶ πάλιν· Ἐνέργειά ἐστιν φυσικὴ ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμις. Καὶ πάλιν· Ἐνέργειά ἐστι φυσικὴ καὶ πρώτη ἡ ἀεικίνητος δύναμις τῆς νοερᾶς ψυχῆς, τουτέστιν ὁ ἀεικίνητος αὐτῆς λόγος φυσικῶς ἐξ αὐτῆς ἀεὶ πηγαζόμενος. Λέγονται δὲ ἐνέργειαι αἱ πράξεις, ὡς τὸ ὁρᾶν, τὸ λαλεῖν, τὸ ἀναπνεῖν, τὸ περιπατεῖν, τὸ ἐσθίειν, τὸ πίνειν, τουτέστιν ἡ χρῆσις πάσης φυσικῆς δυνάμεως. Καὶ τὰ πάθη δὲ τὰ φυσικὰ πολλάκις ἐνέργειαι λέγονται, οἷον πεῖνα, δίψα καὶ τὰ τοιαῦτα. Καὶ ἁπλῶς εἰπεῖν· Ἐνέργειά ἐστι φυσικὴ ἡ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς χωρὶς μόνον τὸ μὴ ὄν. Πῶς οὖν οὐχ ἕξει τὴν φυσικὴν ἐνέργειαν τῆς ἀνθρωπίνης φύσεως ὁ κύριος; Ἡ γὰρ ἀνυπαρξία τῆς φυσικῆς ἑκάστου ἐνεργείας ἀνυπαρξία ὑπάρχει τῆς φύσεως. Εἰ οὖν οὐκ ἔσχεν ἀνθρωπίνην φυσικὴν ἐνέργειαν, οὐδὲ φύσιν ἔσχεν ἀνθρωπίνην· ὧν γὰρ ἡ φύσις διάφορος, τούτων καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια διάφορος. 35 Ἕτερον οὖν ἐστιν ἐνέργεια καὶ ἕτερον ἐνεργεῖν καὶ ἕτερον τὸ τὶ καὶ πῶς ἐνεργεῖν καὶ ἕτερον τὸ ἐνεργητόν, τουτέστι τὸ ἐνέργημα, καὶ ἕτερον τὸ ἐνεργητικὸν καὶ ἕτερον ὁ ἐνεργῶν. Ἐνέργεια μὲν οὖν ἐστιν αὐτὴ ἡ ἐνεργητικὴ δύναμις,