1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

3

περιέχον πολλούς· ἕκαστον γὰρ εἶδος φύσις ἐστί. Καὶ πρῶτον μέν, εἰ καὶ ὑπερούσιός ἐστιν, ἡ μακαρία φύσις τῆς θεότητος· μία γάρ ἐστι καὶ κοινή, περιέχουσα τὰς τρεῖς ἀπεριγράπτους ὑποστάσεις, πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον. Ὁμοίως καὶ ἡ τῶν ἀγγέλων καὶ ἀνθρώπων καὶ ἕκαστον εἶδος ζῴων ἢ φυτῶν ἢ ἀψύχων σωμάτων. Εἰδέναι δὲ δεῖ, ὅτι ταυτόν ἐστι κατὰ τοὺς ἁγίους πατέρας φύσις καὶ οὐσία καὶ μορφή. Ἡ δὲ ὑπόστασις οὐσία τίς ἐστι μετὰ συμβεβηκότων, τὴν καθ' αὑτὸ ὕπαρξιν ἰδιαιρέτως καὶ ἀποτετμημένως τῶν λοιπῶν ὑποστάσεων ἐνεργείᾳ καὶ πράγματι κληρωσαμένη, τὸ κοινωνοῦν μὲν τοῖς ὁμοειδέσιν ἀτόμοις τῷ λόγῳ τῆς φύσεως, συμβεβηκόσι δέ τισι καὶ χαρακτηριστικοῖς αὐτῆς ἰδιώμασι τὴν πρὸς τὸ ὁμοειδές τε καὶ ὁμοφυὲς ἄτομον ἔχον διαφοράν. Ὁ γὰρ Πέτρος καὶ ἕκαστος ἄνθρωπος οὐσία ἐστίν-ἄνθρωπος γάρ ἐστιν-, ἀλλὰ μετὰ συμβεβηκότων-ἢ γὰρ μακρός ἐστιν ἢ κολοβὸς ἢ σιμὸς ἢ γρυπός· ταῦτα δὲ συμβεβηκότα εἰσί-, καὶ ἕκαστος καθ' ἑαυτὸν ἔσχε τὴν ὕπαρξιν. Καὶ ἁπλῶς εἰπεῖν· Φύσις μέν ἐστι τὸ κοινὸν τῶν ἀνθρώπων, τὸ κοινὸν τῶν ἵππων, οἷον ἀνθρωπότης-καὶ ὁ Πέτρος γὰρ ἄνθρωπός ἐστι καὶ ὁ Παῦλος καὶ οἱ λοιποί, ἕκαστος ἄνθρωπός ἐστιν-, ὑπόστασις δὲ τὸ μερικόν, ὁ δεῖνα καὶ ὁ δεῖνα. Ὁ Πέτρος ὑπόστασίς ἐστι καὶ ὁ Παῦλος ἄλλη ὑπόστασις, οὐκ ἔστι δὲ ὁ Πέτρος ἄλλη φύσις καὶ ὁ Παῦλος ἄλλη φύσις. Καὶ ὁ Πέτρος γὰρ καὶ ὁ Παῦλος ἑκάτερος αὐτῶν ἄνθρωπός ἐστι τέλειος· οὐκ ἔστι δὲ ὁ Πέτρος Παῦλος οὐδὲ ὁ Παῦλος Πέτρος. Καὶ ταῦτα μὲν περὶ φύσεως καὶ ὑποστάσεως πρὸς τὸ παρόν· ὑπόστασις δὲ καὶ πρόσωπον καὶ ἄτομον τὸ αὐτό ἐστιν. Εἴπωμεν οὖν, τί ἐστι φυσικὸν ἰδίωμα καὶ τί ἐστιν ὑποστατικὸν ἰδίωμα, καὶ τὴν τούτων διαφοράν. 5,ξολ 1 Φυσικὸν μὲν οὖν ἰδίωμά ἐστι τὸ τὴν φύσιν συνιστῶν, οὗ χωρὶς οὐ δύναται συστῆναι ἡ φύσις, ἧς ὑπάρχει ἰδίωμα, οἷον τὸ ζωτικόν, τὸ λογικόν, τὸ θελητικόν, τὸ αἰσθητικόν, τὸ βαδιστικόν, τὸ ἀναπνευστικὸν ἐπὶ τοῦ ἀνθρώπου καὶ τὰ τοιαῦτα. Ὁ γὰρ μὴ λογιζόμενος οὐκ ἔστιν ἄνθρωπος· οὐκ ἐγένετο γὰρ ἄνθρωπος μὴ λογιζόμενος, εἴτε καλῶς, εἴτε κακῶς, ὁμοίως οὐδὲ ὁ μὴ αἰσθανόμενος μηδὲ βαδίζων μηδὲ ἀναπνέων. Φυσικὸν οὖν ἰδίωμά ἐστι τὸ συνιστῶν τὴν φύσιν καὶ χωρίζον εἶδος ἀπὸ εἴδους, τουτέστι φύσιν ἀπὸ ἄλλης φύσεως, καὶ ἐν ἑκάστῃ ὑποστάσει τοῦ αὐτοῦ εἴδους θεωρούμενον, οἷον τὸ λογικόν. Συνιστᾷ γὰρ τὴν φύσιν τοῦ ἀνθρώπου ὡς ἐν τῷ ὅρῳ αὐτοῦ λαμβανόμενον- ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν-, καὶ χωρίζει τὸ λογικὸν τὸν ἄνθρωπον ἐκ πάντων τῶν ἀλόγων. Καὶ γὰρ πᾶς ἄνθρωπος λογικός ἐστιν· ὁ γὰρ μὴ ὢν λογικὸς οὐκ ἔστιν ἄνθρωπος. Ἀδύνατον γὰρ ἄνθρωπον μὴ εἶναι ζῷον λογικὸν θνητόν. Φυσικὸν μὲν οὖν ἰδίωμά ἐστι τὸ τὴν φύσιν συνιστῶν, οὗ χωρὶς οὐ δύναται συστῆναι ἡ φύσις, ἧς ὑπάρχει ἰδίωμα, ὡς ἐπὶ τοῦ ἀνθρώπου τὸ ζωτικόν, τὸ λογικόν, τὸ αἰσθητικόν, τὸ βαδιστικόν, τὸ ἀναπνευστικόν, τὸ θελητικόν, τὸ ἐνεργητικόν, τὸ θνητὸν καὶ τὰ τοιαῦτα. Ὁ γὰρ μὴ ζῶν ἢ μὴ λογιζόμενος οὐκ ἔστιν ἄνθρωπος· οὐ γὰρ γέγονεν ἄνθρωπος μὴ ζῶν ἢ μὴ λογιζόμενος, εἴτε καλῶς, εἴτε κακῶς. Καὶ ὁ μὴ θέλων οὐκ ἔστι τέλειος ἄνθρωπος· οὐκ ἐγένετο γὰρ ἄνθρωπος μὴ θέλων, εἴτε καλῶς, εἴτε κακῶς. Ὁμοίως οὐδὲ ὁ μὴ αἰσθανόμενος μηδὲ ἀναπνέων μηδὲ βαδίζων οὐκ ἔστι τέλειος ἄνθρωπος, ἀλλ' ἐλλιπής. Φυσικὸν οὖν ἰδίωμά ἐστι τὸ συνιστῶν τὴν φύσιν καὶ χωρίζον εἶδος ἀπὸ εἴδους, τουτέστι φύσιν ἀπὸ ἄλλης φύσεως, καὶ ἐν ἑκάστῃ ὑποστάσει τοῦ αὐτοῦ εἴδους θεωρούμενον, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν. Συνιστῶσι γὰρ τὴν φύσιν τοῦ ἀνθρώπου ὡς ἐν τῷ ὅρῳ αὐτοῦ λαμβανόμενα- ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν-, καὶ χωρίζουσι τὸν ἄνθρωπον, τὸ μὲν λογικὸν ἐκ πάντων τῶν ἀλόγων, τὸ δὲ θνητὸν ἐκ τῶν ἀθανάτων, θεοῦ τε καὶ ἀγγέλων. Καὶ πᾶς ἄνθρωπος λογικός ἐστι καὶ