1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

20

τουτέστι τὸ δύνασθαι ἐνεργεῖν, ἐνεργεῖν δὲ τὸ κεχρῆσθαι τῇ ἐνεργητικῇ δυνάμει. Τὶ δὲ ἐνεργεῖν ἐστιν ὁρᾶν, νοεῖν, ἀκούειν, περιπατεῖν, ἐσθίειν, πίνειν. Πῶς δὲ ἐνεργεῖν ἐστι καλῶς ἢ κακῶς. Ἐνεργητικὸν δέ ἐστι τὸ ἔχον δύναμιν τοῦ ἐνεργεῖν, οἷον ὁ ἄνθρωπος, ὁ ἄγγελος. Ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ ἤγουν ἡ ὑπόστασις. Ἡ οὖν ἐνέργεια ποτὲ μὲν σημαίνει τὴν ἐνεργητικὴν δύναμιν, ποτὲ δὲ τὸ ἐνεργεῖν, ποτὲ δὲ τὸ ἐνέργημα· ἡ μὲν οὖν ἐνέργεια, τουτέστιν ἡ δύναμις ἡ ἐνεργητική, καὶ τὸ ἐνεργεῖν φυσικόν. Πᾶς γὰρ ἄνθρωπος ἔχει τὴν δύναμιν τοῦ ἐνεργεῖν καὶ πᾶς ἄνθρωπος ἔχει τὸ ἐνεργεῖν· ἐνεργητικὸν γὰρ ζῷον ὁ ἄνθρωπος. Τὸ δὲ ἐνέργημα οὐ μόνον φυσικόν, ἀλλὰ καὶ ὑποστατικὸν ἐπί τε ἀγγέλων καὶ ἀνθρώπων. Ἐπὶ γὰρ τῆς ἁγίας τριάδος φυσικὰ πάντα τὰ θελητὰ καὶ ἐνεργητά, διὸ καὶ τὰ αὐτὰ τῶν τριῶν ὑποστάσεων. Ἐπὶ δὲ ἀγγέλων καὶ ἀνθρώπων οὐ τὸ αὐτὸ θελητὸν οὐδὲ τὸ αὐτὸ ἐνεργητὸν οὐδὲ ὁ αὐτὸς τρόπος τῆς χρήσεως· ἑκάστη γὰρ ἀγγέλων καὶ ἀνθρώπων ὑπόστασις ἰδίαν ἔχει κίνησιν καὶ ἰδιαιρέτως θέλει καὶ ἐνεργεῖ. ∆ιὸ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο φύσεις, δύο φυσικαὶ ἐνέργειαι, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, καὶ δύο θέλειν καὶ διαφόρως θέλειν κατὰ τὴν φυσικὴν τῶν δύο φύσεων διαφοράν, θείως καὶ ἀνθρωπίνως, παντοδυνάμως καὶ ἀπαθῶς κατὰ τὴν θείαν φύσιν καὶ ἀσθενῶς καὶ παθητικῶς κατὰ τὴν ἀνθρωπίνην φύσιν. Καὶ ἄλλο μὲν καὶ ἄλλο τὸ φυσικὸν ἐνέργημα· ἄλλο γὰρ ἐνέργημα τῆς θείας φύσεως καὶ ἄλλο τῆς ἀνθρωπίνης. Οὐ γὰρ τὰ τῆς ἀνθρωπίνης φύσεως ἐνεργητὰ καὶ τῆς θείας φύσεώς εἰσιν ἐνεργητὰ οὐδὲ τὰ τῆς θείας φύσεως καὶ τῆς ἀνθρωπίνης τὰ αὐτά· οὐ γὰρ δημιουργεῖ ἡ ἀνθρωπίνη φύσις οὐδὲ τρώγει ἡ θεία φύσις οὐδὲ μεταβαίνει ἐκ τόπων εἰς τόπους, εἰ καὶ διὰ τῆς ἀνθρωπίνης ἐνεργείας ἡ θεία ἐνεργεῖ ἐνέργεια. Εἷς δὲ ὁ ἐνεργῶν ταῦτα κἀκεῖνα, ὅτι μία ὑπόστασις. Εἰ γὰρ τὴν ἀνθρωπίνην οὐκ ἀνέλαβεν ἐνέργειαν, οὔτε ἔζησεν ὡς ἄνθρωπος, οὐκ ἐνόησεν, οὐκ ἐλογίσατο, οὐκ ἔφαγεν, οὐκ ἔπιεν, οὐκ ᾔσθετο βρώσεως, οὐ περιεπάτησεν, οὐκ εἶδεν, οὐκ ἤκουσεν, οὐκ ἀνέπνευσεν οὐδέ τι τῶν ἀνθρωπίνων διεπράξατο οὐδ' ὅλως ἄνθρωπος γέγονε. Φησὶ γὰρ ὁ Νυσαεὺς Γρηγόριος· ................................................................. ................................................................. 36 Τούτων οὕτω διηρθρωμένων καὶ διεσμιλευμένων ἴδωμεν, εἰ λέγει τὰ ἅγια εὐαγγέλια καὶ οἱ ἀπόστολοι καὶ οἱ ἅγιοι πατέρες, ταῦτα πάντα ἔχειν τὸν κύριον ἢ οὔ. Ὅτι μὲν οὖν εἶχε ψυχὴν ἀνθρωπίνην, φησὶν αὐτὸς ὁ κύριος ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν», καὶ πάλιν «καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων». Ὅτι δὲ καὶ σῶμα εἶχε, μάρτυς ὁ Ἰωσὴφ καὶ ὁ αἰτήσας τὸ σῶμα αὐτοῦ καὶ κηδεύσας καὶ θεὶς ἐν τῷ τάφῳ. Ὅτι δὲ καὶ τὴν τῶν μελῶν εἶχε διοργάνωσιν, μάρτυς ἡ τὴν κεφαλὴν ἀλείψασα μύρῳ καὶ τοὺς πόδας βρέξασα τοῖς δάκρυσι, καὶ οἱ ἧλοι οἱ ἐμπαρέντες ἐν ταῖς παλάμαις καὶ τοῖς ταρσοῖς τῶν ποδῶν, ἡ λόγχη ἡ νύξασα τὴν πλευράν, καὶ ὁ ἀναπεσὼν ἐπὶ τὸ στῆθος μαθητής, ἡ γλῶσσα ἡ εἰποῦσα· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω», τὸ στόμα τὸ μεταδοτικὸν τοῦ ἁγίου πνεύματος, οἱ ὀδόντες καὶ ἡ φάρυγξ, οἱ τεμόντες τὸ πάσχα, καὶ ἡ τῷ στομάχῳ παραπέμψασα τοῦτο, τό τε ἧπαρ τὸ ἐξαιματῶσαν, ὅ τε κόπος ὁ ἐκ τῆς ὁδοιπορίας γενόμενος ὑπερταθέντων τῶν μυῶν καὶ τῶν νεύρων, ὥς φησιν ὁ θεῖος Βασίλειος, ἥ τε περιτομὴ τῆς ἀκροβυστίας καὶ οἱ γλουτοὶ οἱ ἐπὶ τὸν ὄνον κεκαθικότες, αἵ τε κατὰ τὸν νῶτον μάστιγες, τὰ ῥαπίσματά τε τῶν παρειῶν σὺν τοῖς ἐμπτύσμασι τοῦ προσώπου. Ὅτι δὲ καὶ τομὴν καὶ ῥεῦσιν ἐδέξατο τὴν ἐμήν, μάρτυς ἡ περιτομή, οἱ ἧλοι, ἡ λόγχη, τὸ πτύσμα, ὁ ἱδρώς, τὸ ῥεῦσαν ἐκ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ. Ὅτι δὲ καὶ τὰς ψυχικὰς ἐνεργείας καὶ τὰ πάθη ἀνέλαβε, μάρτυρες αἱ διὰ τοῦ σώματος τοῦ ἀκηράτου τῆς