1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

6

καὶ μετὰ τὴν ἕνωσιν τελείαν καὶ ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Παντὶ τρόπῳ. Ἔχει καὶ τὴν φύσιν τῆς μητρός, τουτέστιν τὴν φύσιν τοῦ Ἀδάμ, τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Ἐκ παντός. Ἡ φύσις τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ φύσις τῆς ἁγίας παρθένου μία ἢ δύο; ∆ύο πάντως. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν. Πρὸ γὰρ τῆς ἑνώσεως οὐ δύο φύσεις ἐν τῷ θεῷ λόγῳ, ἀλλὰ μία, ἡ τοῦ πατρός. Ἀδύνατον τὴν μίαν καὶ τὴν αὐτὴν φύσιν κτιστὴν εἶναι καὶ ἄκτιστον, ἠργμένην καὶ ἄναρχον καὶ παθητὴν καὶ ἀπαθῆ. Εἰ γὰρ ἤρξατο, οὐκ ἄναρχος, καὶ εἰ ἄκτιστος, οὐκ ἐκτίσθη. Ὥστε οὐ μία φύσις ὁ Χριστός, ἀλλὰ μία ὑπόστασις δύο φύσεις ἔχουσα, μίαν ἄκτιστον καὶ κτιστὴν μίαν, μίαν ἄναρχον καὶ ἄλλην ἠργμένην. Τέλειος θεὸς ὁ Χριστὸς καὶ τέλειος ἄνθρωπος καὶ μετὰ τὴν καθ' ὑπόστασιν τῶν φύσεων ἕνωσιν; Ναὶ πάντως. Τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι; Ἀληθῶς. Θεότης δὲ καὶ ἀνθρωπότης μία φύσις ἢ δύο; ∆ύο, ὡς ἀληθῶς· ἄλλη γὰρ φύσις θεότητος καὶ ἄλλη ἀνθρωπότητος. Ἄλλη δὲ καὶ ἄλλη οὐ μία, ἀλλὰ δύο. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ ἐν δύο φύσεσιν ὁ Χριστὸς μετὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν, εἴπερ θεός ἐστι τέλειος καὶ ἄνθρωπος τέλειος μετὰ τὴν ἕνωσιν καὶ τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι. Καὶ πάλιν· Ἐκ δύο φύσεων ὁμολογοῦμεν τὸν Χριστόν; Πάντως. ∆ιὰ τί ἐκ δύο; Ὅτι ἐκ θεότητός ἐστι καὶ ἀνθρωπότητος. Τί γάρ; Τὸ εἰπεῖν θεότητα καὶ ἀνθρωπότητα δύο φύσεις πάντως παριστᾷ; Πάντως· οὐ γὰρ μία φύσις θεότητος καὶ ἀνθρωπότητος. Εἶτα· Ὁμολογοῦμεν τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι; Πάντως. Οὐκοῦν, εἰ μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι ὁμολογοῦμεν αὐτόν, θεότης δὲ καὶ ἀνθρωπότης δύο φύσεις καὶ οὐ μία, ἐν δύο φύσεσιν ἀνάγκη λέγειν αὐτὸν μετὰ τὴν ἕνωσιν ὥσπερ καὶ ἐκ δύο φύσεων. Καὶ αὖθις· Ἔχει ὁ Χριστὸς τὴν φύσιν τοῦ πατρὸς καὶ μετὰ τὴν ἕνωσιν τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Παντὶ τρόπῳ. Ἔχει δὲ καὶ τὴν φύσιν τῆς μητρός, τουτέστιν τοῦ Ἀδάμ, τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Ἀναμφιβόλως. Ἡ φύσις τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ φύσις τῆς ἁγίας παρθένου μία ἢ δύο; ∆ύο πάντως καὶ οὐ μία. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν. Πρὸ γὰρ τῆς ἑνώσεως οὐ δύο φύσεις ἐν τῷ θεῷ λόγῳ, ἀλλὰ μία, ἡ τοῦ πατρός. Καὶ πάλιν· Ἡ ἐν τῷ Χριστῷ θεότης παθητὴ φύσις ἢ ἀπαθής; Ἀπαθὴς πάντως. Καὶ ἡ ἐν τῷ Χριστῷ ἀνθρωπότης παθητὴ ἢ ἀπαθής; Παθητὴ δηλονότι. Παθητὴ οὖν φύσις καὶ ἀπαθὴς μία φύσις οὐκ ἔστιν, ἀλλὰ δύο, καὶ δύο φύσεις ἐν τῷ Χριστῷ. Ἡ θεότης τοῦ Χριστοῦ αὐτή ἐστι τοῦ πατρὸς καὶ τοῦ πνεύματος ἢ οὔ; Αὐτὴ καὶ οὐκ ἄλλη. Τελεία φύσις αὕτη ἐν τῷ Χριστῷ ἢ μέρος φύσεως; Τελεία. Ἡ ἀνθρωπότης αὐτοῦ τελεία φύσις ἐστὶν ἐν αὐτῷ; Τελεία. Οὐκοῦν δύο φύσεις τέλειαι ἐν τῷ Χριστῷ. Εἰ δὲ μίαν φύσιν σύνθετον εἴπῃς τοῦ Χριστοῦ, ἡ θεότης καὶ ἡ ἀνθρωπότης μέρη εἰσὶ τῆς συνθέτου φύσεως τοῦ Χριστοῦ, καὶ ἔσται ὁ πατὴρ καὶ θεὸς καὶ ὁ Ἀδὰμ μέρη τῆς μιᾶς φύσεως τοῦ Χριστοῦ καὶ ἔσται ὁ μὲν Χριστὸς τελεία φύσις, ὁ πατὴρ δὲ μερικὴ καὶ ἀτελὴς φύσις συγκρινόμενος πρὸς Χριστόν. Καὶ αὖθις· ∆ιὰ τί οὐ λέγετε δύο φύσεις ἐπὶ Χριστοῦ; Ὅτι ὁ ἀριθμὸς διαίρεσιν παρεισάγει. Οὐκοῦν καὶ τὸ λέγειν τρεῖς ὑποστάσεις τῆς θεότητος διαιρεῖ τὴν θεότητα. Ἀλλ' οὐκ ἔστι τοῦτο· ὁ γὰρ ἀριθμὸς τὴν διαφορὰν καὶ τὴν ποσότητα τῶν ἀριθμουμένων δηλοῖ καὶ μόνον, εἴτε ἡνωμένα εἰσὶ τὰ ἀριθμούμενα, εἴτε διῃρημένα. Τρεῖς γὰρ ὑποστάσεις λέγοντες τῆς θεότητος οὐ διαιροῦμεν αὐτὰς ἀπ' ἀλλήλων-ἥνωνται γὰρ κατ' οὐσίαν-, ἀλλὰ τὴν διαφορὰν τῶν ὑποστάσεων σημαίνομεν καὶ τὸ μὴ συγχεῖ σθαι αὐτὰς καὶ συναλείφεσθαι εἰς μίαν ὑπόστασιν. Ὁμοίως δύο φύσεις τοῦ Χριστοῦ λέγοντες οὐ διαιροῦμεν αὐτάς- ἥνωνται γὰρ καθ' ὑπόστασιν-, ἀλλὰ τὴν διαφορὰν τῶν φύσεων σημαίνομεν καὶ τὸ μὴ τετράφθαι καὶ συγκεχύσθαι αὐτάς. Ὑμεῖς γὰρ μιᾶς συνθέτου φύσεως τὸν Χριστὸν