1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

16

ὀρεκτικὴ ἡ ἀνθρωπίνη φύσις βρώσεως καὶ πόσεως καὶ ὕπνου καὶ τῶν τοιούτων, ἀλλ' οὐχ ἡ θεότης τούτων ὀρεκτική. Οὐκ αὐτὴ γὰρ τούτων ὀρέγεται, εἰ καὶ θέλει τὴν ἀνθρωπίνην φύσιν τούτων ὀρέγεσθαι φυσικῶς καὶ ὡς ὤφειλε καὶ ὅτε. 27 Κατὰ μὲν οὖν τὴν φυσικὴν διαφορὰν δύο θελήματα ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἐναντία. Οὐδὲ γὰρ ἐναντίον τῷ θείῳ θελήματι τὸ φυσικὸν τοῦ ἀνθρώπου θέλημα οὔτε ἡ φυσικὴ θελητικὴ δύναμις οὔτε τὰ φυσικῶς αὐτῇ ὑποκείμενα οὔτε ἡ φυσικὴ χρῆσις τῆς θελήσεως· πάντων γὰρ τῶν φυσικῶν τὸ θεῖον θέλημα δημιουργόν. Τὰ δὲ παρὰ φύσιν μόνα ἐστὶν ἐναντία τῷ θείῳ θελήματι, ὅπερ ἐστὶν ἡ κατ' οἰκείαν γνώμην καὶ ἁμαρτητικῶν ἡδονῶν ὄρεξις, τουτέστιν ἡ ἁμαρτία. Ταύτην ὁ κύριος οὐκ ἀνέλαβεν· «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἐπειδὴ δὲ μία τοῦ Χριστοῦ ὑπόστασις καὶ εἷς ὁ Χριστός, εἷς ὁ θέλων κατ' ἄμφω τὰς φύσεις, ὡς θεὸς εὐδοκῶν καὶ ὡς ἄνθρωπος ὑπήκοος γενόμενος, εὐδοκῶν ὡς θεὸς σὺν πατρὶ καὶ τῷ πνεύματι τῷ πατρικῷ καὶ θείῳ θελήματι, ὡς ἄνθρωπος δὲ ὑπήκοος γενόμενος τοῦ θείου καὶ πατρικοῦ αὐτοῦ θελήματος τῷ ἡμετέρῳ θελήματι. Οὐ γὰρ κατὰ τὸ θεῖον αὐτοῦ θέλημα γέγονεν ὑπήκοος τῷ πατρί· τὸ γὰρ θεῖον θέλημα οὔτε ὑπήκοον οὔτε παρήκοον. «Ταῦτα γὰρ τῶν ὑπὸ χεῖρα», ὥς φησιν ὁ θεολόγος Γρηγόριος, καὶ τῆς τοῦ δούλου μορφῆς τοῦ ἐξ ἡμῶν προσλήμματος. Γέγονε δὲ ὑπήκοος φυσικῶς κατὰ τὸ ἀνθρώπινον αὐτοῦ θέλημα· ὑπακοὴ γὰρ αὐτεξούσιος καὶ ἀβίαστος ὑποταγὴ θελήματός ἐστιν ἑτέρῳ θελήματι. Ἤθελε τοίνυν καὶ θέλει ὡς θεὸς τὰ θεῖα καὶ ἤθελε καὶ θέλει ὡς ἄνθρωπος τὰ ἀνθρώπινα οὐκ ἐναντιότητι γνώμης, ἀλλ' ἰδιότητι τῶν φύσεων. Ἤθελε γὰρ καὶ θέλει τὰ ἀνθρώπινα, ὡς ηὐδόκει ἡ θεία αὐτοῦ θέλησις καὶ ὅτε καὶ ὅπερ, αὐτεξουσίως ὑποτασσομένης τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως τῇ θείᾳ αὐτοῦ θελήσει. 28 «Θέλησις μὲν γὰρ καὶ ἐνέργεια θεοῦ ἐστι» κατὰ τὸν μακάριον Εἰρηναῖον «παντὸς χρόνου καὶ τόπου καὶ αἰῶνος καὶ πάσης φύσεως ποιητική τε καὶ προνοητικὴ αἰτία», «θέλησις δὲ ἀνθρωπίνη ἐστὶ φυσικὴ δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτικὴ καὶ τῶν οὐσιωδῶς τῇ φύσει προσόντων συνεκτική· ἡ μὲν γὰρ οὐσία τοῦ τε εἶναι καὶ ζῆν καὶ κινεῖσθαι κατ' αἴσθησίν τε καὶ νοῦν ὀρέγεται τῆς οἰκείας ἐφιεμένη φυσικῆς καὶ πλήρους ὀντότητος. Θελητικὴ γὰρ ἑαυτῆς ἐστιν ἡ φύσις καὶ πάντων τῶν συστατικῶν αὐτῆς τῷ τοῦ εἶναι λόγῳ, καθ' ὃν ἔστι τε καὶ γέγονεν ὀρεκτικῶς ἐπηρτημένη. ∆ιόπερ ἕτεροι τοῦτο τὸ φυσικὸν ὁριζόμενοι θέλημά φασι· Θέλημά ἐστι φυσικόν, ὄρεξις λογική τε καὶ ζωτική», μόνων ἠρτημένη τῶν φυσικῶν. «Θέλησις τοίνυν ἐστὶ» κατὰ τὸν μακάριον Κλήμεντα «δύναμις τοῦ κυρίως ὄντος ὀρεκτική», καὶ πάλιν «ὄρεξις τῇ τοῦ λογικοῦ φύσει κατάλληλος», καὶ πάλιν «αὐτοκράτορος νοῦ κίνησις αὐτεξούσιος.» Ἐν ἀρχῇ γὰρ πλάσας ὁ θεὸς τὸν ἄνθρωπον «ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον, καὶ θέλησιν αὐτεξούσιον», καθώς φησιν ὁ ἱερὸς Ἀθανάσιος. Καὶ φύσις μὲν ἀναμάρτητος πᾶσα ἡ κτίσις λογική τε καὶ ἄλογος, αἰσθητὴ καὶ ἀναίσθητος καὶ ἄζωος, ἀλλ' οὐ πᾶσα ἡ κτίσις θέλησις αὐτεξούσιος. Καὶ ἡ θεία φύσις ἀναμάρτητος καὶ αὐτεξούσιος θέλησις, ἀλλ' οὐ τρεπτή, ἀλλ' ἄτρεπτος. Ἡ μὲν οὖν θεία φύσις θελητικὴ καὶ αὐτεξούσιος καὶ ἀναμάρτητος καὶ ἄτρεπτος. Πᾶσα δὲ ἡ κτίσις ἀναμάρτητος παρὰ θεοῦ ἐγένετο- «πάντα γάρ, ὅσα ἐποίησεν ὁ θεός, καλὰ λίαν»-, ἀλλὰ τρεπτή. Ὧν γὰρ ἡ γένεσις ἀπὸ τροπῆς ἤρξατο, τρεπτὰ κατὰ φύσιν ἐστί· τροπὴ δέ ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή. Εἰ οὖν τὸ τοῦ ἀνθρώπου οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελήματι γέγονεν τῷ πατρὶ ὑπήκοος; Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελήματι ὑπὸ νόμον γέγονεν; Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελήματι ἐπλήρωσε πᾶσαν δικαιοσύνην; Ὅτι μὲν γὰρ πᾶσαν ἀρετὴν μετῆλθε καὶ πᾶσαν δικαιοσύνην, ἄκουε αὐτοῦ