1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

17

πρὸς Ἰωάννην τὸν βαπτιστὴν λέγοντος· «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην.» Ἀρετὴν μὲν γὰρ πᾶσαν καὶ δικαιοσύνην ἐπλήρωσεν, ἀλλ' οὐκ ἐξ ἔργων οὐδὲ ἐξ ἀρετῆς προέκοπτεν, ἀλλ' ἐξ ἄκρας ἑνώσεως τέλειος ἦν· οὐ γὰρ ὢν ἄνθρωπος γέγονε θεός, ἀλλὰ θεὸς ὢν τέλειος γέγονεν ἄνθρωπος τέλειος. Εἰ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, οὐ γέγονεν τέλειος ἄνθρωπος. Εἰ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, τὸ πρωτοπαθῆσαν ἐν ἡμῖν οὐκ ἰάσατο. «Τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον», ὡς ὁ θεολόγος ἔφη Γρηγόριος. Τί γὰρ τὸ πταῖσαν εἰ μὴ τὸ θέλημα; Τί τὸ ἁμαρτῆσαν εἰ μὴ τὸ θέλημα; Ὅπερ οὖν ἔπταισεν, ὅπερ ἥμαρτεν, αὐτὸ μᾶλλον ἐδεῖτο τῆς θεραπείας. Εἰ δὲ λέγεις, ὅτι τὸ ἁμαρτῆσαν οὐκ ἀνέλαβεν, οὐδὲ τὴν ἁμαρτήσασαν καὶ νοσήσασαν φύσιν ἀνέλαβεν. Εἰ δὲ τοῦτο οὐκ ἀνέλαβεν, οὐδὲ τὴν φύσιν τῆς ἀνθρωπότητος· αὕτη γὰρ ἥμαρτεν. Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, πῶς «πρὶν ἢ γνῶναι καλὸν καὶ πονηρόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν»; Οὐ γὰρ τὸ θεῖον θέλημα ἀπειθεῖ ἢ πείθεται ἢ ἐκλέγεται. Ἀπειθεῖ τοίνυν πονηρίᾳ καὶ ἐκλέγεται τὸ ἀγαθὸν ὑπακούων αὐτεξουσίως ὡς ἄνθρωπος τῷ πατρικῷ θελήματι· ἡ γὰρ ἐκλογὴ αὐτεξουσίου θελήματος, ἀλλ' οὐ καθ' ἡμᾶς βουλευόμενος καὶ κρίνων καὶ ἀμφότερα τὰ ἐναντία, ἀρετήν φημι καὶ κακίαν, λογιζόμενος καὶ ἐν γνώσει τούτων γινόμενος, ἀλλὰ μόνου τοῦ ἀγαθοῦ, ὅπερ ἐστὶν ἡ τοῦ θείου θελήματος εὐδοκία, καὶ οὕτω τὸ τοῦ Ἀδὰμ ἀπέτισεν ὄφλημα. ∆ιὰ τοῦτο εἶπε· «Πρὶν ἢ γνῶναι καλὸν καὶ πονηρόν·» οὐ γὰρ ἔγνω ἢ ἐλογίσατο πονηρὸν ὁ ἐνανθρωπήσας θεὸς λόγος διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν· οὐκ ἐπαμφοτερίζοντα ἢ διστάζοντα εἶχε τὸν λογισμόν, ἀλλ' αὐτὸς ὢν ὁ εἷς Χριστὸς τοῦτο κἀκεῖνο, τουτέστι θεὸς καὶ ἄνθρωπος, ἐκέχρητο τοῖς ἀνθρωπίνοις αὐτοῦ, τουτέστι πᾶσι τοῖς φυσικοῖς τῆς ἀνθρωπότητος, πρὸς ὑπακοὴν τοῦ πατρικοῦ καὶ θείου αὐτοῦ θελήματος. Εἰ τὴν δι' ἀγγέλων βοήθειαν κατεδέξατο-φησὶ γάρ· «Καὶ ἰδοὺ ἄγγελος ἐνίσχυσεν αὐτόν», ὅς ἐστι νόμος τῆς ἀνθρωπίνης φύσεως-, τὸ θέλημα οὐκ ἀνέλαβε; Φησὶ γάρ, ὅτι «τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε.» Εἰ τὴν ἐγκατάλειψιν κατεδέξατο, τὸ θέλημα οὐκ ἀνέλαβε; Φησὶ γάρ· «Ἐλωΐ, ἐλωΐ, λιμᾶς ἀβαχθανή; τουτέστι· Θέε μου, θέε μου, ἱνατί με ἐγκατέλιπες;» Παρέδωκε γὰρ ὁ θεὸς καὶ πατὴρ τὸν μονογενῆ αὐτοῦ υἱὸν ὑπὲρ ἡμῶν εἰς θάνατον γενόμενον ἄνθρωπον· οὐκ ἐγκατελείφθη μὲν γὰρ ἡ σὰρξ αὐτοῦ οὐδὲ ἐχωρίσθη τῆς θεότητος αὐτοῦ οὐδὲ εἶδε διαφθορὰν οὐδὲ ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδου, ἀλλ' οὐκ ἐφείσατο ὁ θεὸς καὶ πατὴρ τοῦ ἰδίου υἱοῦ, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτὸν εἰς ὕβρεις καὶ ἀτιμίας καὶ πάθη ἀδιάβλητα καὶ ἀναμάρτητα καὶ εἰς θάνατον. ∆ιὸ τῇ πατρικῇ εὐδοκίᾳ ὑπήκοος μέχρι θανάτου γενόμενος καὶ αἰσχύνης καταφρονήσας δόξῃ καὶ ἀφθαρσίας τιμῇ τὴν φύσιν ἡμῶν ἐστεφάνωσεν. Εἰ οἱ μίαν φύσιν ἐπὶ Χριστοῦ ὁμολογοῦντες σύνθετον καὶ τὰς δύο ἀπαρνούμενοι τὴν τῶν φύσεων διαφορὰν καταδέχονται, πῶς οἱ δύο φύσεις ἐπὶ Χριστοῦ καταγγέλλοντες μίαν ἐπ' αὐτοῦ θέλησιν τερατεύεσθε; Ἀλλά φασιν· Οὐ φυσικόν ἐστι τὸ θέλημα, ἀλλ' ὑποστατικόν. Ποῖον οὖν θέλημα λέγετε; Τὴν θελητικὴν δύναμιν καὶ τὸ ἁπλῶς θέλειν καὶ τὸ φυσικὸν θελητὸν ἢ τὸν τρόπον τῆς τοῦ θέλειν χρήσεως, τουτέστι καὶ τὸ πῶς θέλειν καὶ τὸ κατ' οἰκείαν γνώμην καὶ ἡδονὴν θελητόν; Ἀλλ' εἰ μὲν τὴν θελητικὴν δύναμιν ὑποστατικήν φατε καὶ τὸ ἁπλῶς θέλειν, οὐκ ἀληθῶς ἀποφαίνεσθε. Πᾶς γὰρ ἄνθρωπος ἔχει τὴν θελητικὴν δύναμιν καὶ τὸ ἁπλῶς θέλειν· τὰ δὲ ἐν πάσαις ταῖς ὑπὸ τὸ αὐτὸ εἶδος θεωρούμενα ὑποστάσεσι φυσικὰ καὶ οὐχ ὑποστατικά. Οὐ πᾶς δὲ ἄνθρωπος τὸ αὐτὸ θέλει οὐδὲ ὡσαύτως. Ὥστε ἡ μὲν θελητικὴ δύναμις καὶ τὸ ἁπλῶς θέλειν φυσικόν, τὸ δὲ τὶ θέλειν καὶ