1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

9

καὶ θεὸν σάρκα γεγονέναι καί, ὥσπερ ἕνα θεὸν πατέρα, οὕτω καὶ κύριον Ἰησοῦν Χριστὸν ἕνα καὶ τὸν ἴδιον καὶ μονογενῆ τοῦ θεοῦ υἱὸν ὑπὸ τοῦ πατρὸς ὑπὲρ τοῦ κόσμου δεδόσθαι καὶ πεπονθέναι καὶ τὸν ἐξ Ἰσραηλιτῶν ὁρμώμενον κατὰ σάρκα Χριστὸν ἐπὶ πάντων εἶναι θεὸν εὐλογητὸν εἰς τοὺς αἰῶνας καὶ θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν καὶ κληρονόμον πάντων καὶ τῶν αἰώνων ποιητὴν καὶ τῆς τοῦ πατρὸς δόξης ἀπαύγασμα καὶ χαρακτῆρα τῆς ὑποστάσεως καὶ μέγαν θεὸν ἐν μορφῇ τε θεοῦ ὄντα μορφὴν εἰληφέναι δούλου καὶ τὰ τούτοις συγγενῆ· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ λέγεται Χριστοῦ καὶ οὐ περὶ ἄλλου καὶ ἄλλου προσώπου ἢ περὶ ἄλλης καὶ ἄλλης ὑποστάσεως ἤγουν ἄλλου καὶ ἄλλου υἱοῦ καὶ Χριστοῦ. Πῶς δὲ καὶ Χριστὸς αὐτὸς ὁ θεὸς ἡμῶν ἀληθεύσοι φάσκων ἑαυτὸν τοῦ Ἀβραὰμ προγενέστερον καὶ τῆς τοῦ κόσμου καταβολῆς ἀρχαιότερον καὶ ἐξ οὐρανοῦ καταβεβηκέναι καὶ φῶς καὶ ζωὴν καὶ ἀνάστασιν πεφυκέναι καὶ βοῶν· «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ τὰ τούτοις παραπλήσια, δι' ὧν οὐκ ἄνθρωπος ψιλὸς καὶ προσφάτως ὑποστὰς δείκνυται, ἀλλὰ θεὸς σεσαρκωμένος καὶ εἷς Χριστὸς υἱὸς τοῦ θεοῦ ἐν δύο φύσεσι, θεότητί φημι, καθ' ἣν ἓν πρὸς τὸν πατέρα καὶ θεὸν ἐγινώσκετο, καὶ ἀνθρωπότητι, καθ' ἣν ἑτεροούσιος πρὸς τὸν πατέρα, ἡμῖν δὲ τοῖς γηίνοις ὁμοούσιος καὶ κατ' οὐδὲν ἡμῶν παρηλλαγμένος κατὰ τὴν φύσιν καὶ οὐκ ἄλλη καὶ ἄλλη, ἀλλὰ μία καὶ ἡ αὐτὴ ὑπόστασις, ἄλλην καὶ ἄλλην ἐν ἑαυτῇ φύσιν συγχύσεως δίχα καὶ τροπῆς φέρουσα, τὴν μὲν ἄκτιστον καὶ προαιώνιον καὶ δημιουργικὴν τῶν κτισμάτων, τὴν δὲ κτιστὴν καὶ πρόσφατον. Οὐ γὰρ ἡ ἀνθρωπότης συνάναρχος καθέστηκεν ὁμοειδής τε καὶ ὁμοούσιος τῇ θεότητι οὐδὲ ἐξ οὐρανοῦ κατελήλυθεν, ἀλλ', ἐπείπερ εἷς καὶ ὁ αὐτὸς ὑπῆρχε θεὸς λόγος ἑνώσας ἑαυτῷ καθ' ὑπόστασιν τὴν ἀνθρωπότητα, διὰ τοῦτο ποτὲ μὲν ὑψηλὰ καὶ θεοπρεπῆ, ποτὲ δὲ ταπεινὰ καὶ ἀνθρωποπρεπῆ περὶ ἑαυτοῦ ἐφθέγγετο. Ὅθεν καὶ κύριος τοῦ ∆αυὶδ καὶ υἱὸς ἤθελε νοεῖσθαι καὶ τοὺς υἱὸν θεοῦ καλοῦντας αὐτὸν καὶ υἱὸν ∆αυὶδ ὀνομάζοντας ὡς εὐσεβεῖς ἀπεδέχετο, τοὺς μὲν ὡς τὴν ἀόρατον αὐτοῦ θεότητα καὶ προαιώνιον ἐκ θεοῦ καὶ πατρὸς γέννησιν σημαίνοντας, τοὺς δὲ τὴν ὁρωμένην αὐτοῦ τῆς ἀνθρωπότητος οὐσίαν καὶ φύσιν ἀληθῆ κηρύττοντας. Τούτων ἁπάντων ἀθετουμένων δύο μονογενεῖς ἀναγκασθησόμεθα λέγειν, ἕνα μὲν τοῦ θεοῦ καὶ πατρός, ἕνα δὲ τῆς παρθένου καὶ μητρός. Καὶ μονογενὴς ὁ μονογενὴς οὐκέτι ῥηθήσεται ἑτέρου καθ' υἱοθεσίαν ἐπεισαχθέντος αὐτῷ, καὶ ὁ μὲν πρεσβύτερος ἔσται, ὁ δὲ νεώτερος, ὁ μὲν φυσικὸς καὶ γνήσιος, ὁ δὲ θετὸς καὶ νόθος. Ἔπειτα δέ, εἰ καὶ τετάρτην ἐπεισάγειν ὑπόστασιν καὶ συμπροσκυνεῖν τῇ τρισυποστάτῳ θεότητι τολμήσαιμεν τὴν ἐκ τῆς παρθένου Μαρίας τεχθεῖσαν, εὑρεθησόμεθα θεὸν σέβοντες ἀλλότριον καινόν τε καὶ πρόσφατον, ὅπερ πράττειν παντελῶς ἀπηγόρευται, καὶ τῷ τῆς ἀνθρωπολατρείας ἑλληνικῶς ὑποβληθησόμεθα ἐγκλήματι καὶ τῇ τοῖς ἀνθρωπολάτραις ἐπιφερομένῃ κατάρᾳ καταδικασθησόμεθα· «ἐπικατάρατος» γάρ, γέγραπται, «πᾶς ἄνθρωπος, ὃς ἔχει τὴν ἐλπίδα αὐτοῦ ἐπ' ἄνθρωπον». Ἀλλ' ἡμεῖς οὔτε ταῖς τρισὶ τῆς θεότητος ὑποστάσεσι μόναις προσκυνηταῖς καὶ σεπταῖς ὑπαρχούσαις ἑτέραν ἀσεβῶς ἐπεισκομίζομεν ὑπόστασιν, ἐπεὶ μήτε δύο υἱοὺς καὶ Χριστοὺς τὸν ἕνα υἱὸν καὶ Χριστὸν ἐκ τῶν θεοπνεύστων λέγειν πεπαιδεύμεθα λογίων οὔτε λατρεύειν ἀνθρώπῳ ψιλῷ θεοστυγῶς ἀνεχόμεθα, ἀλλ' ἕνα Χριστὸν σύνθετον ἐκ θεότητός τε καὶ ἀνθρωπότητος καὶ τέλειον ἐν ἀμφοτέραις ταῖς οὐσίαις, ἐξ ὧν καὶ ἐν αἷς συνετέθη, τὸν συμπροσκυνούμενον ἀεὶ τῷ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι λατρεύομέν τε καὶ προσκυνοῦμεν μιᾷ τιμῶντες προσκυνήσει τὴν αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα, ὡς ἀχωρίστως καὶ δίχα παντὸς μερισμοῦ καθ' ὑπόστασιν ἡνωμένας καὶ ἓν ἀποτελεσάσας πρόσωπον. Ἀλλ' ἡμᾶς μὴ