1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

4

θνητός· ὁ γὰρ μὴ ὢν λογικὸς καὶ θνητὸς οὐκ ἔστιν ἄνθρωπος. Ἀδύνατον γὰρ ἄνθρωπον μὴ εἶναι ζῷον λογικὸν θνητόν. 6,ξολ 1 Ὑποστατικὸν δὲ ἰδίωμα τὸ χωρίζον ὑπόστασιν ἀπ' ἄλλης ὑποστάσεως, οἷον τὸ σιμόν, τὸ λευκόν, τὸ μέλαν, τὸ φαλακρὸν καὶ τὰ τοιαῦτα· οὐ γὰρ πᾶς ἄνθρωπος σιμός, ἀλλ' ὁ μὲν σιμός, ὁ δὲ γρυπός, ὁ δὲ εὔρινος, οὔτε πᾶς ἄνθρωπος λευκός, ἀλλ' ὁ μὲν λευκός, ὁ δὲ μέλας, ὁ δὲ σιτόχρους, οὐδὲ πᾶς ἄνθρωπος φαλακρός, ἀλλ' ὁ μὲν φαλακρός, ὁ δὲ κομήτης, τουτέστι δασύθριξ. Καὶ ἁπλῶς εἰπεῖν ἐπὶ τῆς ἀνθρωπότητος· Ὅσα πάντες οἱ ἄνθρωποι ἔχουσιν ἐκ τοῦ δημιουργοῦ δοθέντα, φυσικά εἰσιν ἰδιώματα κατὰ τοὺς ἁγίους πατέρας καὶ τὸν ἀληθῆ λόγον, τά τε τῆς πλάσεως καὶ τῆς κατακρίσεως. Φύσις γάρ ἐστι δύναμις ἐκ θείου προστάγματος δοθεῖσα ἑκάστῳ εἴδει, καθ' ἣν ἐνεργεῖν καὶ πάσχειν πέφυκεν. ῃ. φινεμ ξαπ. Ὥστε τὸ μὲν ἔχειν ὀφθαλμοὺς καὶ ῥῖνας καὶ τὰ λοιπὰ τῶν μελῶν φυσικόν ἐστιν- ὁ γὰρ ἑνὸς τούτων ἐστερημένος οὐκ ἔστι τέλειος ἄνθρωπος-ἡ δὲ τούτων διαφορὰ ὑποστατική· Ἡ ὅρασις καὶ τὸ ὁρᾶν φυσικόν, ἡ δὲ διάφορος ὅρασις, τουτέστιν ἡ καλὴ καὶ ἡ κακή, ὑποστατική ἐστιν· ἡ ἐπιθυμία τῆς βρώσεως καὶ αὐτὴ ἡ βρῶσις φυσική, ἡ δὲ τῶν διαφόρων βρωμάτων ἐπιθυμία καὶ ἡ διάφορος ἐπιθυμία ἐπιτεταμένη καὶ ἀνειμένη ὑποστατική· ἡ θέλησις καὶ τὸ θέλειν φυσικόν, ἡ διάφορος θέλησις καὶ τὸ διαφόρως θέλειν ὑποστατικόν. Ὅσα δὲ τινὲς μὲν ἔχουσι τῶν ὁμοειδῶν ὑποστάσεων, τινὲς δὲ οὐκ ἔχουσιν, ὑποστατικά εἰσιν ἰδιώματα. Ὑποστατικὸν δὲ ἰδίωμα τὸ χωρίζον ὑπόστασιν ἀπὸ ἄλλης ὑποστάσεως, οἷον τὸ σιμόν, τὸ μέλαν καὶ τὰ τοιαῦτα· οὐ γὰρ πᾶς ἄνθρωπος σιμός, ἀλλ' ὁ μὲν σιμός, ὁ δὲ γρυπός, ὁ δὲ εὔρινος, οὔτε πᾶς ἄνθρωπος λευκός, ἀλλ' ὁ μὲν λευκός, ὁ δὲ μέλας, ὁ δὲ σιτόχρους. Καὶ ἁπλῶς εἰπεῖν· Ὅσα πάντες οἱ ἄνθρωποι ἔχουσιν ἐκ τοῦ δημιουργοῦ δοθέντα, φυσικὰ αὐτῶν εἰσιν ἰδιώματα, τά τε τῆς πλάσεως καὶ τὰ τῆς κατακρίσεως. Ἡ δὲ ἁμαρτία οὐ φυσική· οὐ γὰρ ἐκ τοῦ δημιουργοῦ δέδοται. Φύσις γάρ ἐστι δύναμις ἐκ θεοῦ προστάγματος δοθεῖσα ἑκάστῳ εἴδει, καθ' ἣν ἐνεργεῖν καὶ πάσχειν πέφυκεν. Ὅσα δὲ τινὲς μὲν ἔχουσι τῶν ὁμοειδῶν ὑποστάσεων, τινὲς δὲ οὐκ ἔχουσιν, ὑποστατικά εἰσιν ἰδιώματα. Οὔτε οὖν τὸ ἄθροισμα τῶν τοῦδε τοῦ εἴδους ἰδιωμάτων δυνατὸν θεωρηθῆναι ἐν ἑτέρῳ εἴδει, οὐδὲ τὸ ἄθροισμα τῶν τῆσδε τῆς ὑποστάσεως ἰδιωμάτων δυνατὸν θεωρηθῆναι ἐν ἑτέρᾳ ὑποστάσει. Θεωρεῖται μὲν γὰρ τὸ αὐτὸ φυσικὸν ἰδίωμα ἐν διαφόροις εἴδεσιν, ὡς τὸ λογικὸν ἐν ἀγγέλῳ καὶ ἀνθρώπῳ καὶ τὸ θνητὸν ἐν ἀνθρώπῳ καὶ πᾶσι τοῖς ἀλόγοις ζῴοις, καὶ θεωρεῖται τὸ αὐτὸ συμβεβηκός, τουτέστιν ὑποστατικὸν ἰδίωμα, ἐν διαφόροις ὑποστάσεσιν, ὡς τὸ λευκὸν ἐν διαφόροις ὑποστάσεσι θεωρεῖται- πολλοὶ γάρ εἰσιν ἄνθρωποι λευκοί-, ἀλλ' οὔτε πάντα τὰ φυσικὰ ἰδιώματα τοῦ ἀνθρώπου θεωροῦνται ἐν ἑτέρῳ εἴδει, οὔτε πάντα τὰ ὑποστατικὰ ἰδιώματα τοῦδε τοῦ ἀνθρώπου θεωροῦνται ἐν ἑτέρᾳ ὑποστάσει. Τὸ δὲ ἐν ἑνὶ εἴδει καὶ μόνον θεωρούμενον καὶ ἐν πάσαις αὐτοῦ ταῖς ὑποστάσεσιν οὐκ ἰδίωμα λέγεται, ἀλλ' ἴδιον. Ὥστε τὸ μὲν ἔχειν ὀφθαλμούς, ῥῖνας καὶ τὰ λοιπὰ τῶν μελῶν φυσικόν ἐστι τῷ ἀνθρώπῳ- ὁ γὰρ ἑνὸς τούτων ἐστερημένος οὐκ ἔστι τέλειος ἄνθρωπος-, ἡ δὲ τούτων διαφορὰ ὑποστατικὴ ἀφορίζουσα ὑπόστασιν ἐξ ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως καὶ οὐκ ἐξ ἀλλοειδοῦς καὶ ἑτεροουσίου· ὡς γὰρ ἤδη φθάσαντες εἴπομεν, οὐ συγκρίνεται ὑπόστασις πρὸς ἑτεροειδῆ ὑπόστασιν ὡς ὑπόστασις, ἀλλ' ὡς φύσις πρὸς φύσιν. Ἡ ὅρασις καὶ τὸ ὁρᾶν φυσικόν, ἡ δὲ διάφορος ὅρασις, τουτέστιν ἡ καλὴ καὶ ἡ κακή, ὑποστατική ἐστιν· ἡ ἐπιθυμία τῆς βρώσεως καὶ αὐτὴ ἡ βρῶσις φυσική, ἡ δὲ τῶν διαφόρων βρωμάτων ἐπιθυμία καὶ ἡ διάφορος ἐπιθυμία ἡ ἐπιτεταμένη καὶ ἀνειμένη, τουτέστι πολλὴ καὶ ὀλίγη, ὑποστατική· ἡ θέλησις καὶ ἡ ἐνέργεια καὶ τὸ θέλειν καὶ ἐνεργεῖν φυσικόν, ἡ