1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

5

διάφορος θέλησις καὶ ἐνέργεια καὶ τὸ διαφόρως θέλειν καὶ ἐνεργεῖν, καλῶς ἢ κακῶς, ὑποστατικόν. Καλὸν μὲν οὖν τὸ κατὰ φύσιν πρὸς ὑπακοὴν τοῦ κτίσαντος, κακὸν δὲ τὸ παρὰ φύσιν καθ' ἡδονὴν καὶ οἰκείαν γνώμην παρὰ τὸν νόμον τοῦ θεοῦ. 7,ξολ 1 Εἰδέναι τοίνυν χρή, ὅτι πᾶσα ἀνθρώπων ὑπόστασις ἔχει τό τε εἶναι καὶ τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ὑπὸ τοῦ δημιουργοῦ παρῆχθαι, τουτέστι τὸ κτιστὸν τό τε ζωτικὸν καὶ ἐνεργητικὸν καὶ αἰσθητικὸν καὶ νοερὸν καὶ λογιστικὸν καὶ ὀρεκτικόν, τουτέστι θελητικόν, καὶ τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων ὑφίστασθαι. Ταῦτα οὖν οὐσιώδη εἰσὶ καὶ φυσικά, ἡ δὲ τούτων ἰδιότροπος καὶ ἰδιαίρετος κίνησις ὑποστατικὴ διαφορά. Τὸ μὲν γὰρ μετέχειν τούτων τὸ ταυτὸν τῆς φύσεως παρίστησιν, ὁ δὲ τρόπος τῆς ὑπάρξεως καὶ ἡ ἀποτετμημένη καὶ ἰδιοσύστατος ὑπόστασις καὶ σύμπηξις ἑκάστου καὶ ἡ ἰδιότροπος καὶ ἰδιοκίνητος καὶ ἡ διάφορος τῶν φυσικῶν χρῆσις ἀποτετμημένας τὰς ὑποστάσεις δείκνυσι καὶ πολλοὺς λέγεσθαι τοὺς ἀνθρώπους ποιεῖ. Ὥστε ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐπειδὴ μὲν διάφορος ἡ ἑκάστου ὕπαρξις, τρεῖς ὑποστάσεις εἰσίν· ἐπειδὴ δὲ οὐκ ἰδιοτρόπως οὐδὲ ἰδιαιρέτως καὶ ἀποτετμημένως ἑκάστη θέλει καὶ ἐνεργεῖ, ἀλλ' ἑνιαίως, οὐ τρεῖς θεοί, ἀλλ' εἷς θεός. Τούτων οὕτως εἰρημένων, ἴδωμεν, εἰ δύο φύσεις εἰσὶν ἐν τῷ Χριστῷ, καὶ οὕτως γνωσόμεθα, εἰ διπλᾶ ἔχει τὰ φυσικὰ ἰδιώματα· ἀδύνατον γὰρ φύσιν συστῆναι ἐκτὸς τῶν φυσικῶν καὶ συστατικῶν αὐτῆς ἰδιωμάτων. Εἰδέναι δὲ χρή, ὅτι πᾶσα ἀνθρώπων ὑπόστασις ἔχει τό τε εἶναι καὶ τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι ἐκ τοῦ δημιουργοῦ παρῆχθαι, τουτέστι τὸ κτιστὸν τό τε ζωτικὸν καὶ ἐνεργητικόν, αἰσθητικόν τε καὶ νοερὸν καὶ λογικὸν καὶ ὀρεκτικὸν τὸ κατ' αἴσθησιν καὶ λόγον, τουτέστι τὸ αὐτεξουσίως θελητικόν, καὶ τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων ὑφίστασθαι. Ταῦτα πάντα οὐσιώδη εἰσὶ καὶ φυσικά, ἡ δὲ τούτων ἰδιότροπος καὶ ἰδιαίρετος κίνησις ὑποστατικὴ διαφορά. Τὸ μὲν γὰρ μετέχειν τούτων τὸ ταυτὸν τῆς φύσεως παρίστησιν, ὁ δὲ τρόπος τῆς ὑπάρξεως τὴν τῶν ὑποστάσεων εἰσάγει διαφοράν, καὶ ἡ ἀποτετμημένη ἑκάστου ὕπαρξίς τε καὶ σύμπηξις καὶ ἡ ἰδιότροπος καὶ ἰδιοκίνητος καὶ διάφορος τῶν φυσικῶν χρῆσις ἀποτετμημένας τὰς ὑποστάσεις ποιεῖ καὶ πολλοὺς λέγεσθαι τοὺς ἀνθρώπους. Ὥστε ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐπειδὴ μὲν διάφορος ἡ ἑκάστου ὕπαρξις, τρεῖς ὑποστάσεις εἰσίν· ἐπειδὴ δὲ ἐπίσης θεωρεῖται ἡ φύσις καὶ τὰ ταύτης ἰδιώματα ἐν ἑκάστῃ τῶν ὑποστάσεων, μιᾶς εἰσιν οὐσίας καὶ φύσεως· καὶ ἐπειδὴ οὐκ ἀποτετμημένως εἰσὶν οὐδὲ ἰδιοτρόπως οὐδὲ ἰδιαιρέτως ἑκάστη θέλει καὶ ἐνεργεῖ, ἀλλ' ἑνιαίως, οὐ τρεῖς τὰ τρία θεοί, ἀλλ' εἷς θεὸς σὺν ἀλλήλοις καὶ ἐν ἀλλήλοις εἰσί τε καὶ λέγονται. Τούτων οὕτως εἰρημένων, ἴδωμεν, εἰ δύο φύσεις εἰσὶν ἐν τῷ Χριστῷ, καὶ οὕτω γνωσόμεθα, εἰ διπλᾶ ἔχει τὰ φυσικὰ ἰδιώματα· ἀδύνατον γὰρ φύσιν συστῆναι ἐκτὸς τῶν φυσικῶν καὶ συστατικῶν αὐτῆς ἰδιωμάτων. Οὕτως οὖν λεκτέον· 8,ξολ 1 Τέλειος θεὸς ὁ Χριστὸς καὶ τέλειος ἄνθρωπος καὶ μετὰ τὴν τῶν φύσεων ἕνωσιν, τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι; Ναὶ πάντως. Θεότης δὲ καὶ ἀνθρωπότης μία φύσις ἢ δύο; ∆ύο, ὡς ἀληθῶς· ἄλλη γὰρ φύσις θεότητος καὶ ἄλλη φύσις ἀνθρωπότητος. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ ἐν δύο φύσεσιν ὁ Χριστός, εἴπερ θεός ἐστι τέλειος καὶ ἄνθρωπος τέλειος. Καὶ πάλιν· Ἐκ δύο φύσεων τὸν Χριστὸν ὁμολογοῦμεν; Πάντως. ∆ιὰ τί ἐκ δύο; Ὅτι ἐκ θεότητός ἐστι καὶ ἀνθρωπότητος. Τί γὰρ τὸ εἰπεῖν θεότητα καὶ ἀνθρωπό τητα; ∆ύο φύσεις παριστᾷ; Πάντως· οὐ γὰρ μία φύσις θεότητος καὶ ἀνθρωπότητος. Εἶτα· Ὁμολογοῦμεν τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι; Πάντως. Οὐκοῦν, εἰ μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι ὁμολογοῦμεν αὐτόν, θεότης δὲ καὶ ἀνθρωπότης δύο φύσεις καὶ οὐ μία, ἐν δυσὶ φύσεσιν αὐτὸν ὁμολογοῦμεν. Καὶ πάλιν· Εἰ ἔχει ὁ Χριστὸς τὴν φύσιν τοῦ πατρὸς