1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

15

ἑαυτοῦ δυνάμεων, ἀλλ' οὐ σύνθετος. Ἑκάστη γὰρ αὐτῶν θεὸς τέλειος καὶ τελεία ὑπόστασις· σύνθεσις δὲ φύσεως ἐξ ὑποστάσεως οὐ γίνεται, καὶ ξένον τοῦτο παντελῶς καὶ μόνον πρέπον θεῷ. Ἐπὶ δὲ ἀγγέλων καὶ ἀνθρώπων οὐχ οὕτως· μία μὲν γάρ ἐστιν ἡ θέλησις τῶν ἀγγέλων, ἡ παρὰ θεοῦ δοθεῖσα αὐτοῖς φυσικὴ τοῦ θέλειν δύναμις. Ἕκαστος γὰρ ἄγγελος θέλει καὶ ἕκαστος ἄνθρωπος θέλει, οὐ μία δὲ κίνησις πάντων τῶν ἀγγέλων οὔτε μὴν πάντων τῶν ἀνθρώπων, ἀλλ' ἑκάστη ὑπόστασις ἰδίαν ἔχει κίνησιν καὶ ἴδιον θελητόν· οὐχ ὁμοίως γὰρ θέλουσι πᾶσαι αἱ ὑποστάσεις τῶν ἀγγέλων οὐδὲ τὸ αὐτὸ οὐδὲ αἱ τῶν ἀνθρώπων, ἀλλ' ἡ μὲν καλῶς, ἡ δὲ κακῶς, καὶ ἡ μὲν τόδε, ἡ δὲ τόδε, καὶ τοῦδε κινουμένου καὶ θέλοντος οὐ συγκινεῖται καὶ συνθέλει ὁ ἕτερος. Ὥστε ἐπὶ τῶν ἀγγέλων καὶ ἀνθρώπων ἡ μὲν θέλησις φυσική ἐστιν, ὁμοίως καὶ τὸ θέλειν φυσικόν. Πᾶς γὰρ ἄνθρωπος θελητικός ἐστιν καὶ πᾶς ἄνθρωπος θέλει, οὐ πᾶς δὲ ἄνθρωπος τοῦ αὐτοῦ πράγματός ἐστι θελητικὸς οὐδὲ τὸ αὐτὸ θέλει. Ἐπὶ μὲν γὰρ τῆς ἁγίας τριάδος αἱ τρεῖς ὑποστάσεις ἐν ἀλλήλαις εἰσί, καὶ ὁ λόγος καὶ τὸ πνεῦμα δυνάμεις εἰσὶ τοῦ πατρός, καὶ διὰ τοῦτο μία κίνησις καὶ ὡσαύτως καὶ τὸ αὐτὸ θελητόν. Οἱ δὲ ἄγγελοι καὶ οἱ ἄνθρωποι ἕκαστος ἀποτετμημένην καὶ ἰδιαίρετον ἔχει τὴν ἑαυτοῦ ὑπόστασιν, εἰ καὶ μιᾶς εἰσι φύσεως· διὰ τοῦτο ἡ μὲν δύναμις τοῦ θέλειν καὶ τὸ θέλειν ἓν καὶ φυσικόν, τὸ δὲ πῶς καὶ τὸ τὶ θέλειν ὑποστατικὸν καὶ γνωμικόν. Καὶ μία μὲν αὐτῶν θελητικὴ φύσις, πολλοὶ δὲ θέλοντες, διαφόρως καὶ ἄλλο καὶ ἄλλο θέλοντες. 25 Θέλησις τοίνυν ἐστὶν ὄρεξις ζωτική τε καὶ λογική· ἡ δὲ ζωτική, πάντως καὶ αἰσθητική. Τὰ μὲν οὖν ἄλογα αἰσθητικῶς ὀρέγεται, ἀλλ' οὐ λογικῶς οὐδὲ αὐτεξουσίως· ὁ δὲ ἄνθρωπος ζῷον ὑπάρχων λογικὸν ὡς μὲν ζῷον ζωτικῶς καὶ αἰσθητικῶς ὀρέγεται, ὡς δὲ λογικὸς λογικῶς καὶ αὐτεξουσίως. Θέλησις οὖν ἐστι φυσικὴ ὄρεξις λογική τε καὶ ζωτική, μόνων ἠρτημένη τῶν φυσικῶν. Φυσικὰ δὲ θελήματά εἰσι πρῶτον τὸ ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ-φύσει γὰρ δοῦλος θεοῦ καὶ ὑποχείριος ὁ ἄνθρωπος-, ἔπειτα καὶ τὰ τῆς φύσεως συστατικά, οἷον πεῖνα, δίψα, ὕπνος καὶ τὰ τοιαῦτα· ὑποστατικὴ δὲ καὶ γνωμικὴ θέλησις ὄρεξις καθ' ἡδονὴν καὶ κατ' οἰκείαν γνώμην τῆς κεχρημένης ὑποστάσεως καὶ οὐ κατὰ νόμον θεοῦ καὶ τρόπος χρήσεως τῆς φυσικῆς θελήσεως κατὰ γνώμην τῆς κεχρημένης ὑποστάσεως. Τὸ οὖν ἀποτετμημένον τῶν ὑποστάσεων διάφορον τὴν γνώμην ἐργάζεται. 26 Ἀλλά φασιν, ὡς ὁ ἄνθρωπος οὐκ ἔχει φυσικὸν θέλημα. Λέγουσι δὲ δύο μόνα εἶναι θελήματα, τὸ ἓν τὸ θεῖον, τὸ ἀγαθόν, τὸ δὲ ἕτερον τὸ πονηρόν, τὸ διαβολικόν· καὶ πηνίκα μὲν τὸ ἀγαθὸν θελήσει ὁ ἄνθρωπος, τὸ τοῦ θεοῦ ἔσχε θέλημα, ἡνίκα δὲ τὸ πονηρόν, τὸ τοῦ διαβόλου. Ἀλλ' ἀγνοοῦσιν, ὡς ἀδύνατον οἱανοῦν φύσιν χρήσασθαι πράξει, ἧς τὴν δύναμιν οὐ κατὰ φύσιν ἔλαβεν. Οἷον οὐ δύναται τὸ πτηνὸν μὴ κατὰ φύσιν λαβὸν τὴν τοῦ πέτασθαι δύναμιν πτῆναι, ὁμοίως οὐδὲ τὸ χερσαῖον βαδίζειν, εἰ μὴ τὴν βαδιστικὴν κατὰ φύσιν ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται νοεῖν, εἰ μὴ τὴν νόησιν κατὰ φύσιν ἔλαβεν, οὐδὲ λαλεῖν, εἰ μὴ τὴν λαλητικὴν κατὰ φύσιν ἔλαβε δύναμιν, ὁμοίως οὐδὲ ὁρᾶν οὐδὲ θέλειν, εἰ μὴ φυσικῶς τὴν θελητικὴν ἔλαβε δύναμιν. ∆εῖ οὖν πρῶτον φύσει ἔχειν τὴν δύναμιν τοῦ θέλειν, ὅπερ ἐστὶ θέλησις, καὶ οὕτω θέλειν. ∆ιὸ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο φύσεις, δύο φυσικαὶ θελήσεις, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος μηδὲν λείπων τῶν τῆς θεότητος ἰδιωμάτων μήτε μὴν τῶν τῆς ἀνθρωπότητος, καὶ δύο θέλειν καὶ διαφόρως θέλειν κατὰ τὴν φυσικὴν διαφοράν, θείως καὶ παντοδυνάμως-παντοδύναμον γὰρ τὸ θεῖον θέλημα- καὶ οὐ παντοδυνά μως, ἀλλ' ἀσθενῶς καὶ παθητικῶς-παθητικὸν γὰρ καὶ ἀσθενὲς τὸ ἀνθρώπινον θέλημα-καὶ ἄλλο μὲν καὶ ἄλλο φυσικὸν θελητόν. Οὐ γὰρ τὰ τῆς ἀνθρωπότητος θελήματα καὶ τῆς θεότητός εἰσι θελητά· φύσει γὰρ θελητικὴ καὶ