1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

12

κατὰ ποιότητα μεταβολή, τουτέστι λεύκανσις, μέλανσις, ψύξις, θέρμανσις, νόσος καὶ τὰ τοιαῦτα, πάθη εἰσίν, ὁμοίως καὶ ἡ τῶν μελῶν διοργάνωσις ἤτοι διάπλασις· ἡ μὲν γὰρ φύσις ἐνεργεῖ διοργανοῦσα καὶ διαπλάττουσα, πάσχει δὲ τὸ σῶμα διοργανούμενον. Φύσιν δὲ λέγω τὸν ἐξ ἀρχῆς παρὰ τοῦ δημιουργοῦ δοθέντα ἑκάστῳ εἴδει νόμον καὶ δύναμιν, καθ' ἣν κινεῖται ἢ ἠρεμεῖ. Κινεῖται μέν, πρὸς ἃς ἔχει δύναμιν ἐνεργείας νοῶν, λογιζόμενος, θέλων, αἰσθανόμενος, τόπους ἐκ τόπων ἀμείβων· τούτων γὰρ τὴν δύναμιν ἔχει παρὰ τοῦ δημιουργοῦ. Ἠρεμεῖ δὲ μὴ κινούμενος, πρὸς ἃς οὐκ ἔλαβε δύναμιν ἐνεργείας μὴ ἱστάμενος. Κινήσεις δέ εἰσι γένεσις καὶ φθορὰ καὶ ἀλλοίωσις, αὔξησις, μείωσις καὶ ἡ τοπικὴ κίνησις. Ἑξάτροπος δὲ αὕτη ἐστίν, ἔμπροσθεν, ὀπίσω, δεξιά, ἀριστερά, ἄνω, κάτω· καὶ πάντα δὲ τὰ λοιπὰ τὰ εἰρημένα κινήσεις εἰσίν· ἡ δὲ νόησις καὶ ἡ λογικὴ ὄρεξις ὅ τε διαλογισμὸς καὶ ἡ ζήτησις καὶ σκέψις καὶ βουλὴ καὶ κρίσις καὶ διάθεσις καὶ προαίρεσις γνώμη τε καὶ ἡ πρὸς τὴν χρῆσιν ὁρμὴ ἐνέργειαί εἰσιν. ∆οκεῖ δὲ μᾶλλον ἡ νόησις εἶναι ἐνέργεια, ἡ δὲ ὄρεξις πάθος· πᾶν γὰρ ὀρεγόμενον πάσχει. Λέγομεν δὲ αὐτὴν λογικὴν ὄρεξιν τὴν ἐνέργειαν, διότι αὐτεξούσιός ἐστιν, ἐξουσιάζουσα τῶν ἀλόγων παθῶν καὶ κρίνουσα καὶ κυβερνῶσα καὶ χαλιναγωγοῦσα ταῦτα, θυμὸν καὶ ἐπιθυμίαν καὶ αἴσθησιν καὶ τὴν καθ' ὁρμὴν κίνησιν. Ταῦτα γὰρ ὑπήκοα καὶ ἐπιπειθῆ τῷ λόγῳ εἰσὶν ἄλογα πάθη· πέφυκε γὰρ πείθεσθαι τῷ λόγῳ καὶ ὑποτάσσεσθαι καὶ κινεῖσθαι, ὡς ἂν ὁ λόγος κελεύῃ ἐπὶ τῶν κατὰ φύσιν ἀνθρώπων. Ἔστι δὲ καὶ ταῦτα πάθη συστατικὰ τῆς ζῳώδους οὐσίας· ἄνευ γὰρ τούτων οὐκ ἔστι συστῆναι τὴν ζωήν. Ταῦτα δὲ εἰς ὑπηρεσίαν ἐδόθησαν τῷ ἀνθρώπῳ παρὰ τοῦ δημιουργοῦ, ἡ μὲν ἐπιθυμία πρὸς θεὸν καὶ τὰ αὐτοῦ θελήματα, ὁ δὲ θυμὸς κατὰ τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας καὶ πρὸς τὸ ἀνδρειοῦν τὴν ἐπιθυμίαν. Ἡ μὲν οὖν ἄλογος ὄρεξις πρὸς σύστασιν τῆς ζῳώδους οὐσίας δέδοται, ἡ δὲ λογικὴ καὶ αὐτεξούσιος, ὅπως αὐτεξουσίως χαλιναγωγήσῃ πᾶσαν φυσικὴν κίνησιν καὶ ὑποταγῇ καὶ ὑποτάξῃ τῷ νόμῳ τοῦ κτίσαντος. Συνέζευκται τοίνυν ἡ νόησις καὶ ἡ ὄρεξις ἐν τῷ ἀνθρώπῳ, ὅπως μὴ ἀκουσίως πάσχωμεν τὰ τῶν ἀλόγων λογικοὶ ὄντες. Καὶ γὰρ ὁ νοῦς αὐτεξουσίως ὀρεγόμενος καὶ λογικῶς καὶ νοητικῶς ὀρεκτικῶς νοεῖ καὶ σκέπτεται καὶ ζητεῖ καὶ βουλεύεται καὶ διακρίνει καὶ διατίθεται πρὸς τὸ κριθὲν καὶ προαιρεῖται καὶ ὁρμᾷ πρὸς τὴν πρᾶξιν· φύσει γὰρ κατάρχει τοῦ ἀλόγου τὸ λογικόν. Εἰ οὖν ὡς λογικὸς πάσης ἀλόγου κτίσεως βασιλεὺς ἐδημιουργήθη ὁ ἄνθρωπος, πῶς οὐκ ἔσται τῶν ἐν αὐτῷ ἀλόγων παθῶν αὐτεξούσιος; Ὀρεκτικὸς οὖν καὶ λογικὸς καὶ νοητικὸς ὢν ὀρεκτικῶς νοεῖ καὶ λογίζεται καὶ λογικῶς καὶ νοητικῶς αὐτεξουσίως ὀρέγεται. Τῶν δὲ κοινῶν ψυχῆς καὶ σώματος τὸ μὲν ζωτικὸν ἐνέργεια μᾶλλόν ἐστι καὶ τὸ φανταστικὸν δὲ καὶ αἰσθητικὸν καὶ μνημονευτικὸν καὶ ἡ καθ' ὁρμὴν κίνησις παθητικαί εἰσιν ἐνέργειαι ἢ ἐνεργητικὰ πάθη, ὁ δὲ θυμὸς καὶ ἡ ἐπιθυμία πεῖνά τε καὶ δίψα, κόπος, φόβος, δειλία καὶ ἀγωνία, ἡδονή, λύπη, πτύελος καὶ ἱδρὼς τό τε θρεπτικὸν καὶ αὐξητικὸν καὶ ἐπὶ πᾶσιν ὁ θάνατος πάθη εἰσίν. 19 Ταῦτα πάντα φυσικά εἰσι καὶ ἀδιάβλητα παρὰ τοῦ δημιουργοῦ τῇ φύσει τῶν ἀνθρώπων δεδωρημένα. Αὐτὸς γὰρ καὶ τὸ εἶναι καὶ τὸ οὕτως εἶναι ἐδωρήσατο, καὶ οὐκ ἔστιν ἀνθρώπων οὐδείς, ὃς τούτων ἀμέτοχος γέγονε. Τὸ δὲ ἔχειν ταῦτα τὴν μὲν τοῦ δημιουργοῦ σοφίαν καὶ ἀρετὴν παρίστησιν, ἡμῖν δὲ οὔτε ἀρετὴ οὔτε κακία λογίζεται· καλὰ μὲν γάρ εἰσι καὶ ἐπ' ἀγαθῷ ὑπὸ τοῦ ἀγαθοῦ δεδωρημένα, ὁ δὲ τρόπος τῆς χρήσεως αὐτῶν ἀρετὴν καὶ κακίαν συνίστησιν. Ἂν μὲν γὰρ ὑποταγῇ τὸ θέλημα τῷ νόμῳ τοῦ θεοῦ καὶ κατὰ τὸν νόμον αὐτοῦ ὁ νοῦς κυβερνήσῃ τὰ ὑπήκοα αὐτῷ, πάσας φημὶ τὰς ψυχικὰς κινήσεις, κατ' ἐξαίρετον δὲ θυμὸν καὶ ἐπιθυμίαν-ταῦτα γὰρ ὑπήκοα τῷ λόγῳ-, ἀρετὴν εἰργασάμεθα καὶ δικαιοσύνην ἐπληρώσαμεν. Ἐπὶ τούτῳ γὰρ ἐλάβομεν τὴν τούτων ἐξουσίαν καὶ ὡς