1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

23

γνώμῃ ἐναντίᾳ τῷ σῷ θελήματι ἡ ἀνθρωπίνη μου πολιτεύσηται θέλησις, ἀλλ' ὑπήκοος τῷ σῷ θελήματι γένηται καὶ τὸ θελητὸν τῆς σῆς θελήσεως καὶ τῆς ἐμῆς ἀνθρωπίνης θελήσεως γένηται. Θέλημα γὰρ τοῦ πατρὸς καὶ εὐδοκία τὸ παθεῖν αὐτὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, ἐφ' ᾧ καὶ σεσάρκωται. Ἐνταῦθα γὰρ τὸ θέλημα οὐ τὴν θέλησιν, ἀλλὰ τὸ θελητὸν ὑποφαίνει· οὐ γὰρ τὴν θείαν θέλησιν ποιῆσαι αὐτῷ πρόκειται-αὕτη γὰρ ἄκτιστός τε καὶ ἄναρχος-, ἀλλὰ τὸ θελητόν, ὅπερ ἡ θεία θέλησις, καθὼς καὶ τὸ «πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς» ἐκληπτέον. Οὐ γὰρ πολλαὶ θελητικαὶ δυνάμεις εἰσὶ τοῦ θεοῦ, ἀλλὰ μία, οὔτε ἡ θελητικὴ δύναμις τοῦ θεοῦ ἐστιν ἐν τοῖς ἁγίοις, ἐπεὶ καὶ ἡ φύσις- ὧν γὰρ ἡ θέλησις μία, τούτων καὶ ἡ φύσις μία-, ἀλλὰ τὰ θελήματα τοῦ θεοῦ εἰσιν ἐν τοῖς ἁγίοις, τουτέστιν αἱ ἐντολαὶ αὐτοῦ. 42 ∆έδεικται τοίνυν, ὡς εἶχεν ὁ Χριστὸς ὥσπερ δύο φύσεις, οὕτω καὶ δύο θελήσεις φυσικὰς καὶ δύο ἐνεργείας φυσικάς, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος· οὐ γὰρ θεὸς τέλειος ὁ μὴ ἔχων πάντα τὰ τῆς θεότητος ἰδιώματα καὶ πρὸ τούτων τὴν θείαν φύσιν οὐδὲ ἄνθρωπος τέλειος ὁ μὴ ἔχων τελείαν τὴν τοῦ ἀνθρώπου φύσιν καὶ πάντα τὰ φυσικὰ τῆς ἀνθρωπότητος ἰδιώματα. Εἶχε μὲν οὖν τὴν θείαν θέλησιν, καθ' ἣν ὡς θεὸς τὰ θεῖα ἤθελε σὺν πατρὶ καὶ τῷ πνεύματι· ὧν ὡς μία φύσις, οὕτως καὶ ἡ κατ' αὐτὴν θέλησις. Εἶχε δὲ καὶ ἀνθρωπίνην φυσικὴν θέλησιν, τουτέστι φυσικὴν θελητικὴν δύναμιν, ὡς γενόμενος τέλειος ἄνθρωπος, ὡς ἡ μήτηρ· ὧν ὡς μία φύσις, οὕτω μία καὶ ἡ θέλησις. Εἶχε καὶ τὴν θείαν ἐνέργειαν, καθ' ἣν αὐτεξουσίως θέλων ἐνήργει τὰ θεῖα σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι· εἶχε καὶ ἀνθρωπίνην ἐνέργειαν, καθ' ἣν αὐτεξουσίως θέλων ἐνήργει τὰ ἀνθρώπινα. Οὐ γὰρ θείᾳ θελήσει ἤθελε λαθεῖν, καὶ οὐκ ἠδύνατο, οὐδὲ φαγεῖν καὶ πιεῖν-ταῦτα γὰρ ἀνθρωπίνης φύσεως θελητὰ καὶ οὐ θείας-, οὐδὲ θείᾳ ἐνεργείᾳ περιεπάτει ἢ τὰς χεῖρας ἐξέτεινεν· οὐ γὰρ θείας φύσεως ἢ ἐνεργείας περιπατεῖν καὶ ἐκτείνειν χεῖρας. Ὅμως ἑκατέρα τῶν ἐν Χριστῷ φύσεων μετὰ τῆς θατέρου κοινωνίας ἤθελε καὶ ἐνήργει τοῦθ', ὅπερ ἴδιον ἔσχηκεν, ἐξυπηρετουμένης τῆς ἀνθρωπίνης θελήσεως καὶ ἐνεργείας αὐτοῦ τῇ θείᾳ αὐτοῦ θελήσει καὶ ἐνεργείᾳ. Ὥσπερ γὰρ διὰ τῆς σωματικῆς ἐνεργείας αὐτοῦ ἡ θεία αὐτοῦ ἐνήργει ἐνέργεια- ἐκράτησε γὰρ τῇ χειρὶ τῆς χειρὸς τῆς παιδὸς καὶ εἶπε τὸ «κοράσιον, ἔγειραι», καὶ διὰ τῆς ἁφῆς καὶ τοῦ λόγου ἡ θεία ἐνέργεια τὴν κόρην ἐζωοποίησεν-, οὕτω καὶ διὰ τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως ἡ θεία ἐνήργει αὐτοῦ θέλησις. Θελήσας γὰρ θεϊκῶς τὴν θαυματουργίαν εἰργάσατο καὶ θελήσας ἀνθρωπίνως τὴν χεῖρα ἐξέτεινε καὶ εἶπεν· «Ἔγειραι». Καὶ ἁπλῶς εἰπεῖν· Ὅσα ἠθέλησέ τε καὶ ἐνήργησεν ἀνθρωπίνως, σωτηρία τοῦ κόσμου γέγονεν· οὐ γὰρ κατὰ θεὸν τὰ θεῖα ἔδρασεν-οὐ γὰρ θεοῦ γυμνοῦ δι' ἁφῆς καὶ ἐκτάσεως χειρῶν τὰς θαυματουργίας ἐποίει-οὐδὲ κατὰ ἄνθρωπον τὰ ἀνθρώπινα ἔπραξεν-οὐ γὰρ ἀνθρώπου ψιλοῦ τὰ πάθη τὰ τοῦ κόσμου σωτήρια-, ἀλλὰ θεὸς ὢν καὶ γενόμενος ἄνθρωπος καινήν τινα καὶ ξένην θεανδρικὴν ἐνέργειαν ἐπεδείξατο, θείαν, ἀλλὰ δι' ἀνθρωπίνης ἐνεργοῦσαν, ἀνθρωπίνην, ἀλλὰ τῇ θείᾳ ἐξυπηρετουμένην καὶ τὰ τῆς συνυφεστηκυίας αὐτῇ θεότητος ἐμφαίνουσαν σύμβολα. 43 Ὥσπερ γὰρ ἑτέρας φύσεως ὁ σίδηρος καὶ ἑτέρας τὸ πῦρ καὶ ἑτέρας καὶ ἑτέρας ἐνεργείας τούτων ἑκάτερον· οὔτε γὰρ τέμνει τὸ πῦρ, ἀλλὰ καίει καὶ φωτίζει, οὔτε καίει ὁ σίδηρος οὔτε φωτίζει κατὰ τὴν ἰδίαν φυσι κὴν ἐνέργειαν, ἀλλὰ τέμνει καὶ μέλας ἐστίν· ὁπηνίκα δὲ ἕνωσις ἀμφοτέρων γένηται, ἡνωμένως καὶ οὐ διῃρημένως ἕκαστον τὴν οἰκείαν ἐνεργεῖ ἐνέργειαν-ἅμα γὰρ τῇ τομῇ καὶ ἡ καῦσις γίνεται καὶ διὰ τοῦ σιδήρου καίει τὸ πῦρ καὶ φωτίζει-, οὐ μία δὲ φυσικὴ ἐνέργεια, ἀλλὰ δύο, μία μὲν φυσικὴ τοῦ πυρὸς ἡ καυστική, ἑτέρα δὲ φυσικὴ τοῦ σιδήρου ἡ τομή, καὶ ἑκάστης ἴδιον ἀποτέλεσμα, τῆς μὲν τοῦ πυρὸς ἡ καῦσις, τῆς δὲ τοῦ σιδήρου ἡ τομή, εἰ καὶ καυστικὴ τομή ἐστι καὶ τμητικὴ καῦσις· -οὕτω