1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

18

τὸ πῶς θέλειν διάφορον καθ' ἑκάστην ὑπόστασιν καὶ ὡς συμβεβηκὸς ὑποστατικόν. Καὶ μάρτυς Ἰωάννης ὁ ἅγιος καὶ ὄντως Χρυσόστομος οὕτωσι λέγων ἐν βιβλίῳ πρώτῳ, λόγῳ τεσσαρεσκαιδεκάτῳ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς· «Ἡ μὲν γὰρ βούλησις ἔμφυτον καὶ παρὰ θεοῦ, ἡ δὲ τοιάδε βούλησις ἡμέτερον καὶ τῆς γνώμης ἡμῶν.» Ἔτι, εἰ ὑποστατικὴ ἡ θελητικὴ δύναμις, καθὰ ἑτεροϋπόστατός ἐστιν ὁ υἱὸς τοῦ πατρός, ἔσται καὶ ἑτερόβουλος. Τὰ φυσικὰ ἀδίδακτα· οὐδεὶς γὰρ διδάσκεται πεινῆν ἢ διψῆν, κοιμᾶσθαι ἢ ἀναπνεῖν, οὕτως οὐδὲ θέλειν διδάσκεταί τις. Πῶς δὲ θέλειν ἤτοι καλῶς ἢ κακῶς καὶ τὶ θέλειν διδάσκεται· οὐ γὰρ τὸ θέλειν διδάσκει ὁ τοῦ θεοῦ νόμος-τοῦτο γὰρ φυσικῶς ἡμῖν παρ' αὐτοῦ δέδοται-, ἀλλὰ τὸ καλῶς θέλειν καὶ τὶ θέλειν. Ὥστε τὸ μὲν θέλειν φυσικόν, τὸ δὲ τὶ καὶ πῶς θέλειν ὑποστατικὸν καὶ διάφορον, πλὴν τῆς ἁγίας τριάδος· ἐκεῖ γὰρ ὡσαύτως καὶ τὰ αὐτὰ θέλουσιν αἱ ἅγιαι τῆς θεότητος τρεῖς ὑποστάσεις κατὰ τὴν τῆς θεότητος οὐσίαν. Ὁ γὰρ εἷς τῆς ἁγίας τριάδος, ὁ σεσαρκωμένος υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ θεός, ὥσπερ φύσιν ἀνθρώπου ἔσχε παρὰ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ κατὰ τὸ γενέσθαι ἄνθρωπος διακέκριται πατρὸς καὶ πνεύματος, οὕτω καὶ ἐν τοῖς τῆς ἀνθρωπότητος φυσικοῖς ἰδιώμασι διακέκριται τοῦ πατρὸς καὶ τοῦ πνεύματος δύο φύσεις ἔχων καὶ δύο φυσικὰς ἰδιότητας. Ἔτι οὐσιῶδές ἐστι καὶ φυσικόν, ὃ παρὸν σῴζει καὶ ἀπὸν φθείρει τὸν ὅρον τῆς φύσεως. Ἆρα οὖν ζῷον ἀθέλητον ὁ ἄνθρωπος ἔσται; Οὐδαμῶς. Οὐ γὰρ γέγονέ ποτε ἄνθρωπος ἀνεθέλητος. Ἄρα φυσικὴ ἡ θέλησις. Εἰ ἡ πεῖνα καὶ ἡ δίψα καὶ ἡ τοῦ ὕπνου ἔφεσις ὀρέξεις οὖσαι ἄλογοι φυσικαί εἰσιν, ἡ τοῦ νοῦ λογικὴ ὄρεξις ἡ αὐτεξούσιος οὐκ ἔσται φυσική; Κατ' εἰκόνα θεοῦ γεγόναμεν κατὰ τὸ νοερὸν καὶ αὐτεξούσιον. Εἰ οὖν νοῦν καὶ θέλησιν αὐτεξούσιον οὐκ ἀνέλαβεν, οὐκ ἀνέλαβε τὸ κατ' εἰκόνα· μετ' ὀλίγα δὲ μικρὰ καὶ περὶ τοῦ κατ' εἰκόνα διαληψόμεθα. Εἰ ἀνθρωπίνην οὐκ ἀνέλαβε θέλησιν, πάντα, ὅσα ἠθέλησεν ὁ Χριστός, θείῳ ἠθέλησε θελήματι. Καὶ πῶς εἰσελθὼν εἰς οἰκίαν καὶ θελήσας λαθεῖν οὐκ ἠδυνήθη; Οὐκοῦν οὐ παντοδύναμον τὸ θεῖον θέλημα, ἀλλὰ ἀδύνατον. Παῦσαι, ὦ ἄνθρωπε, ταῦτα ληρῶν. Οὐκ ἔστι θείας θελήσεως τὸ ἐφίεσθαι βρώσεως, πόσεως καὶ τόπους ἐκ τόπων ἀμείβειν καὶ τὰ τοιαῦτα, ἀλλ' ἀνθρωπίνης, εἰ καὶ ἀνθρωπίνῃ θελήσει κατ' εὐδοκίαν πατρικὴν ταῦτα ὁ Χριστὸς ἠθέλησεν. 29 Ἀλλά φασιν· Οὐ κατὰ φύσιν ἐδόθη τῷ ἀνθρώπῳ τὸ αὐτεξούσιον, ἀλλὰ κατὰ τιμὴν ἐν τῷ φάναι τὸν θεολόγον Γρηγόριον· «Τῷ αὐτεξουσίῳ τιμήσας αὐτόν. «Ἀλλ' ἄκουε πάλιν τοῦ πατρός· «Τοῦτον λόγῳ καὶ εἰκόνι θεοῦ τετιμημένον». Οὐκοῦν οὐδὲ τὸ λογικὸν ἕξει κατὰ φύσιν, ἀλλὰ κατὰ τιμήν, καὶ ὥρα σοι λέγειν, ὡς οὐ λογικὴν ψυχήν, ἀλλ' ἄλογον ὁ κύριος προσήκατο. 30 Κατὰ πόσους τρόπους λέγεται τὸ «κατ' εἰκόνα»; Κατὰ τὸ λογικὸν καὶ νοερὸν καὶ αὐτεξούσιον, κατὰ τὸ γεννᾶν τὸν νοῦν λόγον καὶ προβάλλειν πνεῦμα, κατὰ τὸ ἀρχικόν. Κατὰ ταῦτα καὶ οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι κατ' εἰκόνα. Ἔτι δὲ καὶ ἐκ περιουσίας οἱ ἄνθρωποι κατὰ τὸ ἀγέννητον τὴν ὑπὸ τοῦ Ἀδάμ, καὶ γεννητὸν τὴν ὑπὸ τοῦ Ἄβελ, καὶ ἐκπορευτὸν τὴν ὑπὸ τῆς Εὔας, κατὰ τὸ φύσει ἀρχικόν-φύσει γὰρ ἔχει δοῦλον ἡ ψυχὴ τὸ σῶμα καὶ ἐξουσιάζει αὐτοῦ- καὶ κατὰ τὸ συνάγειν πᾶσαν τὴν κτίσιν- ἔν τε γὰρ τῷ θεῷ ἑνοῦται πᾶσα ἡ κτίσις καὶ ἐν τῷ ἀνθρώπῳ· σύνδεσμος γάρ ἐστι νοητῆς καὶ αἰσθητῆς κτίσεως-καὶ ὅτι κατ' εἰκόνα, οὗ ἔμελλε γίνεσθαι ὁ υἱὸς τοῦ θεοῦ· οὐ γὰρ ἄγγελος γέγονεν, ἀλλ' ἄνθρωπος. 31 Πᾶσα ὑπόστασις σύνθετος ἐκ διαφόρων φύσεων συντεθειμένη τὰ φυσικὰ ἰδιώματα τῶν δύο φύσεων ἔχει κατ' ἀνάγκην, κἂν σύγχυσις θεωροῖτο ἐν τῇ ἑνώσει. Τὸ γὰρ πῦρ καὶ τὸ ὕδωρ ἐναντία εἰσὶ παντελῶς- τὸ μὲν γὰρ πῦρ θερμὸν καὶ ξηρόν, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν-, ἀλλ' ἡνίκα συντεθῇ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων, τὰς