1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

8

ἀλλοίωσιν, ἀλλὰ κατὰ πρόσληψιν σαρκὸς ἐψυχωμένης ψυχῇ λογικῇ τε καὶ νοερᾷ, μείνας, ὃ ἦν, θεὸς τέλειος, καὶ γενόμενος, ὃ οὐκ ἦν, ἄνθρωπος τέλειος, φύσιν προσλαβών, οὐχ ὑπόστασιν, φύσιν οὐκ ἀνυπόστατον, ἀλλ' ἐν αὐτῷ ὑποστᾶσαν καὶ αὐτὸν ἐσχηκυῖαν ὑπόστασιν· οὐ γὰρ γέγονε τοῦδε ἢ τοῦδε, ἀλλὰ τοῦ θεοῦ λόγου. Πᾶσα γὰρ σὰρξ καὶ πᾶσα ψυχὴ τινὸς λέγεται καὶ τινός ἐστι καὶ αὐτὸν ἔχει ὑπόστασιν· ἡ γὰρ σὰρξ καὶ ἡ ψυχὴ τοῦ Πέτρου τὸν Πέτρον ἔχει ὑπόστασιν, καὶ οὐκ ἄλλην ἔχει ὑπόστασιν ἡ ψυχὴ τοῦ Πέτρου καὶ ἄλλην ἡ σὰρξ αὐτοῦ. Ἄλλην μὲν γὰρ φύσιν ἔχει ἡ ψυχὴ καὶ ἄλλην ἡ σάρξ, ἡ ψυχὴ ἀσώματον καὶ ἄυλον, τὸ σῶμα ὑλικήν, ἀλλ', ἐπειδὴ ἑνός εἰσι, μίαν ἔχουσιν ὑπόστασιν. Τίνος οὖν ἐγένετο ἡ ἐκ παρθένου ἐψυχωμένη σάρξ; Εἰ μὲν τοῦ θεοῦ λόγου, αὐτὸν ἔχει ὑπόστασιν. Εἰ δὲ ἄλλου παρ' αὐτόν, οὐ προσκυνητέον αὐτῷ οὔτε λατρευτέον· οὐ γὰρ κτίσει οὐδὲ ἑτέρῳ παρὰ τὴν ἁγίαν τριάδα λατρεύομεν. Ἀλλ' οὐκ ἐγένετο ἑτέρου· οὐκ ἄγγελος γάρ, οὐ πρέσβυς, ἀλλ' αὐτὸς ὁ κύριος ἦλθε καὶ ἔσωσεν ἡμᾶς. Καὶ «ὁ πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός· ὁ δεύτερος Ἀδάμ, ὁ κύριος, ἐξ οὐρανοῦ.» Τριὰς λέγεται, διότι τρεῖς ὑποστάσεις εἰσὶν τῆς θεότητος, πατὴρ καὶ ὁ μονογενὴς υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. Εἰ οὖν ἑτέρα ὑπόστασίς ἐστι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ ἑτέρα ὑπόστασις τοῦ υἱοῦ τῆς παρθένου, ἢ ἐξεβλήθη ὁ υἱὸς τοῦ θεοῦ ὁ μονογενὴς καὶ ἀντεισήχθη ὁ τῆς παρθένου ἢ οὐ προσκυνεῖται ὁ υἱὸς τῆς παρθένου ἢ τέσσαρες κάθηνται ἐπὶ τοῦ θρόνου καὶ τετράδι λατρεύομεν. Ἀλλ' ἡμᾶς μὴ γένοιτο τετράδι λατρεύειν, ἀλλὰ τριάδι ἁγίᾳ καὶ προσκυνητῇ, ἑνὶ πατρί, μιᾷ ὑποστάσει, ἑνὶ υἱῷ καὶ λόγῳ τοῦ θεοῦ σεσαρκωμένῳ, μιᾷ ὑποστάσει μετὰ τῆς σαρκὸς αὐτοῦ, ἑνὶ ἁγίῳ πνεύματι, μιᾷ ὑποστάσει, τριάδι παναγίᾳ καὶ δεδοξασμένῃ. Καὶ πάλιν· Ὅτι μία τοῦ Χριστοῦ ὑπόστασις, ἐντεῦθεν γνωσόμεθα. Ἀρχὴ τῆς ἑκάστου βρέφους ὑπάρξεως καὶ ὑπόστασίς ἐστιν ἡ ἐκ πατρὸς καταβαλλομένη σπορὰ ἐν τῇ μήτρᾳ τῆς γυναικός, ἣν συλλαμβάνουσα ἡ γυνὴ χορηγεῖ τὰ οἰκεῖα αἵματα, καὶ οὕτως συνίσταται τὸ βρέφος. Μία ὑπόστασις τῆς σπορᾶς καὶ τῶν ἐκ τῆς μητρὸς ἐν αὐτῇ ὑφισταμένων εἰς σάρκα αἱμάτων, καὶ ἡ σύλληψις τῆς σπορᾶς ἐστι. Συλλαμβάνει δὲ ἡ γυνὴ ἐκ τῆς τοῦ ἀνδρὸς μίξεως τὸν ἐξ αὐτοῦ καταβαλλόμενον σπόρον, καὶ αὐτός ἐστι τοῦ βρέφους ὑπόστασις. Τί οὖν συνέλαβεν ἡ ἁγία παρθένος; Σάρκα; Οὐκοῦν οὐκ ἐξ αὐτῆς ἡ σάρξ· οὐ γὰρ ἐξ ἑαυτῆς συλλαμβάνει γυνή. Τί οὖν συνέλαβεν; Τὸν τοῦ θεοῦ λόγον; Πνεῦμα γὰρ ἅγιον ἐμεσίτευσεν ἀντὶ συναφείας καὶ ἐνῴκησεν ἐν αὐτῇ, καὶ συνελήφθη ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ αὐτὸς ἐγένετο σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ, καὶ αὐτὸς οἱονεὶ θεῖος σπόρος γέγονε τῇ σαρκὶ ὑπόστασις, μία ὑπόστασις δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος. Ὢν γὰρ θεὸς τέλειος γέγονεν ἄνθρωπος τέλειος, καὶ ἔστιν εἷς υἱὸς θεοῦ καὶ ἀνθρώπου, ἀμήτωρ ἐκ πατρὸς ὡς θεός, ἀπάτωρ ἐκ μητρὸς ὡς ἄνθρωπος, ὁ αὐτὸς δύο φύσεις, μία ὑπόστασις· εἷς γὰρ ὁ Χριστὸς υἱὸς καὶ οὐ δύο. Εἰ δὲ εἷς υἱός, πῶς δύο ὑποστάσεις; Ἡ γὰρ ὑπόστασις ἄλλον ποιεῖ καὶ ἄλλον ἐξ ἄλλου ἀφορίζει· εἰ γὰρ δύο ὑποστάσεις ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς μητρὸς δίδυμοι γενόμενοι οὐχ εἷς υἱός, ἀλλὰ δύο, πῶς ἡ ἐξ ἑτεροουσίου πατρὸς γεγεννημένη καὶ ἐξ ἑτεροουσίου μητρὸς γεγεννημένη ὑπόστασις εἷς υἱὸς ἔσονται; Οὐ γὰρ τῆς αὐτῆς οὐσίας ὁ πατὴρ καὶ θεὸς καὶ ἡ παρθένος. Καὶ εἰ δύο ἀνθρώπων ὑποστάσεις ὁμοούσιοι τυγχάνουσαι οὐκ ἔσονται εἷς υἱός, πῶς δύο ὑποστάσεις ἑτεροούσιοι εἷς υἱὸς ἔσονται; Ἀνάγκη οὖν ἢ δύο υἱοὺς λέγειν τὸν Χριστὸν καὶ τὸν θεὸν λόγον ἢ μίαν ὑπόστασιν καὶ ἕνα υἱόν. Πῶς δὲ καὶ δύο φύσεων λέγετε τὸν Χριστόν, εἰ ἄλλος ὁ Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος· ἔσται γὰρ καθ' ὑμᾶς μιᾶς φύσεως καὶ μιᾶς ὑποστάσεως ὁ θεὸς λόγος καὶ μιᾶς φύσεως καὶ μιᾶς ὑποστάσεως ὁ Χριστός. Εἰ δὲ τοῦτο δοθείη, ψευδεῖς ἔσονται πάντως αἱ διαγορεύουσαι γραφαὶ τὸν ἐν ἀρχῇ λόγον