1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

13

ἐξουσίαν λαβόντες καὶ νόμον ἐδεξάμεθα καὶ ὑπὸ νόμον γεγόναμεν· τὰ γὰρ ἄλογα μὴ ἔχοντα τὸν ἡγεμόνα νοῦν τὸν αὐτεξούσιον θυμοῦ καὶ ἐπιθυμίας οὐκ ἔλαβε νόμον. Φύσει τοιγαροῦν τοῦ δημιουργοῦ δοῦλοι ὑπάρχοντες καὶ τὸ αὐτεξούσιον ἔχοντες, τὸ τῆς ἀρετῆς συστατικόν, -οὐ γὰρ ἀρετὴ οὐδὲ τερπνὸν τὸ βίᾳ γινόμενον-νόμον ἐλάβομεν, ὅπως ἐπιγνῶμεν, ὅτι δεσπότην ἔχομεν, -ἵνα μὴ ἐν σκότει διαπορευόμενοι βόθροις περιπέσωμεν· «λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου», ἔφη ∆αυὶδ ὁ προφήτης· -ὅπως γνωσθῇ ἡμῶν ὁ πρὸς τὸν δεσπότην πόθος καὶ εὔνοια, -ὅπως τε τῷ θεῷ τοῦ ἀγαθοῦ κοινωνήσωμεν, «ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα»· αὐτὸς γὰρ ἡμῖν τὴν δύναμιν τῆς ἀγαθοεργίας ἐδωρήσατο. Αὐτεξουσίους δὲ ἡμᾶς ἐποίησεν, ἵνα ἐξ αὐτοῦ καὶ ἐξ ἡμῶν τὸ ἀγαθὸν γένοιτο· παντὶ γὰρ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν ὁ θεὸς συνεργεῖ εἰς τὸ ἀγαθόν. -ὅπως τὸ κατὰ φύσιν φυλάξαντες τῶν ὑπὲρ φύσιν τύχωμεν, τῆς ἀφθαρσίας καὶ τῆς θεώσεως ἐκ τῆς πρὸς τὸ θεῖον ἑνώσεως διὰ τῆς κατὰ δύναμιν τοῦ θελήματος πρὸς αὐτὸ ὁμοιώσεως· -ὅπως μὴ ταῖς φυσικαῖς δυνάμεσιν ἀλόγως χρώμενοι παρασυμβληθῶμεν τοῖς ἀνοήτοις κτήνεσι καὶ ὁμοιωθῶμεν αὐτοῖς. Εἰ γὰρ μὴ ὑποταγῇ ἡ θέλησις ἡμῶν τῷ θείῳ θελήματι, ἀλλὰ κατ' οἰκείαν γνώμην καὶ αἵρεσιν χρήσηται ὁ αὐτεξούσιος νοῦς θυμῷ καὶ ἐπιθυμίᾳ κακίαν εἰργάσατο· κακία γὰρ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἁμαρτία καὶ ἀποτυχία καὶ παρακοὴ τοῦ δεσποτικοῦ νόμου. Ὥστε τὸ αὐτεξούσιον πρῶτον ἀγαθὸν τῇ λογικῇ φύσει πρέπον, καὶ τὸ κεχρῆσθαι τῷ αὐτεξουσίῳ καὶ κατεξουσιάζειν καὶ κρατεῖν τῶν ἀλόγων παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας, ἀρετή, τὸ δὲ προδιδόναι τὸ αὐτεξούσιον καὶ ἡττᾶσθαι τοῖς ἀλόγοις πάθεσι καὶ ἀλόγως καὶ κτηνωδῶς βιοῦν, τοῦτο κακία, τοῦτο ἁμαρτία. -ἵνα μὴ ἀσχημονῶμεν τὰ τῶν ἀλόγων πράσσοντες, ἀλλ' ἐπέχωμεν λόγῳ τὰς ὁρμὰς τῆς φύσεως. Οὐ γὰρ πρέπει τῷ λογικῷ ἡ τῶν ἀλόγων πολιτεία, ἀλλὰ μᾶλλον καὶ τοῖς ἀλόγοις πάθεσι λογικῶς κεχρῆσθαι καὶ λόγῳ ταῦτα ῥυθμίζειν καὶ κατ' ἐξουσίαν ἄγειν καὶ ἡνιοχεῖν καὶ ἄγεσθαι καὶ ὑπείκειν τῷ θείῳ νόμῳ καὶ τούτοις κεχρῆσθαι, καθὼς ὁ κύριος διετάξατο. 20 Εἰδέναι τοίνυν χρεών, ὡς ἡ τῶν ὀνομάτων σύγχυσις ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην. Καθὼς οὖν τοῖς μονοφυσίταις, τοῖς ἀκεφάλοις φημί, τὸ ταυτὸν λέγειν φύσιν καὶ ὑπόστασιν αἴτιον γέγονε λέγειν ἐπὶ Χριστοῦ μίαν φύσιν, ἵνα μὴ εἰς δύο ὑποστάσεις τὸν Χριστὸν διέλωσιν, ἔτι δὲ καὶ τοῖς Νεστορίου ὁμόφροσι τοῦ λέγειν δύο ὑποστάσεις, ἵνα μὴ τὰς δύο Χριστοῦ φύσεις εἰς μίαν συγχέωσιν, οὕτω καὶ τοῖς μονοθελήταις τὸ μὴ εἰδέναι τὴν διαφορὰν τοῦ φυσικοῦ καὶ τοῦ ὑποστατικοῦ θελήματος, τουτέστι τοῦ γνωμικοῦ, αἴτιον γέγονε τοῦ ἓν λέγειν ἐπὶ Χριστοῦ θέλημα. Ἵνα οὖν τὴν ἐκ τῆς ὁμωνυμίας διαφύγωμεν πλάνην, οὕτω τὸν περὶ τοῦ θελήματος ἀναπτύξωμεν λόγον. 21 Τὸ θέλημα ὁμώνυμόν ἐστι. Ποτὲ μὲν γὰρ σημαίνει τὴν θέλησιν, τουτέστι τὴν θελητικὴν δύναμιν, ποτὲ δὲ αὐτὸ τὸ θελητόν, τὸ τῇ θελήσει ὑποκείμενον, τουτέστιν αὐτὸ τὸ πρᾶγμα, ὅπερ τις θέλει. Ἄλλο δέ ἐστι θέλησις καὶ ἄλλο τὸ θελητόν, ὥσπερ ἄλλο ὅρασις καὶ ἄλλο τὸ ὁρατόν· ὅρασις μὲν γάρ ἐστιν αὐτὴ ἡ ὁρατικὴ δύναμις, καθ' ἣν ὁρῶμεν, ἡ ἐν τῷ ὀφθαλμῷ ἐνεργοῦσα, ὁρατὸν δὲ αὐτὸ τὸ ὁρώμενον πρᾶγμα, ἢ λίθος ἢ ξύλον ἤ τι τοιοῦτον. Οὕτω καὶ θέλησίς ἐστιν αὐτὴ ἡ θελητικὴ τῆς ψυχῆς δύναμις, καθ' ἣν θέλομεν, θελητὸν δὲ αὐτὸ τὸ πρᾶγμα, ὅπερ τις θέλει. Οἷον θέλω πλεῦσαι, τὸ πλεῦσαι θελητόν ἐστι· θέλω γῆμαι, τὸ γῆμαι θελητόν ἐστιν. Πάντως δὲ τὸ θελητὸν ἢ ἐνέργειά ἐστι, τουτέστι πρᾶξις, ἢ πάθος. Ἴδωμεν τοίνυν, εἰ φυσική ἐστιν ἡ θέλησις ἢ ὑποστατική. 22 Ἆρα πᾶς ἄνθρωπος ἔχει τὴν δύναμιν τὴν θελητικὴν ἢ οὔ; ∆ῆλον, ὡς πᾶς ἄνθρωπος ἔχει τὸ δύνασθαι θέλειν καὶ πᾶς ἄνθρωπος ἔχει τὸ θέλειν· τίς γὰρ ἄνθρωπος