1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

10

γένοιτο τετράδι λατρεύειν, ἀλλὰ τριάδι ἁγίᾳ· ἑνὶ πατρί, μιᾷ ὑποστάσει, ἑνὶ υἱῷ καὶ λόγῳ τοῦ θεοῦ σεσαρκωμένῳ, μιᾷ ὑποστάσει μετὰ τῆς σαρκὸς αὐτοῦ, ἑνὶ ἁγίῳ πνεύματι, μιᾷ ὑποστάσει, τριάδι παναγίᾳ καὶ δεδοξασμένῃ. Ὥσπερ γὰρ μάχαιρα πυρακτωθεῖσα μία ἐστὶ καὶ μετὰ τὴν πύρωσιν, οὕτω καὶ ὑπὲρ τοῦτο ὁ Χριστὸς εἷς ἐστι καὶ μία ὑπόστασις καὶ μετὰ τὴν σάρκωσιν. Καὶ ὥσπερ φοβοῦμαι ἅψασθαι τῆς πεπυρωμένης μαχαίρας, οὐ διὰ τὴν τοῦ σιδήρου φύσιν, ἀλλὰ διὰ τὴν τοῦ ἑνωθέντος αὐτῷ πυρὸς φύσιν, οὕτω προσκυνῶ τῷ σαρκωθέντι θεῷ λόγῳ καὶ συμπροσκυνῶ τῇ σαρκί, οὐ διὰ τὴν τῆς σαρκὸς φύσιν, ἀλλὰ διὰ τὸν ἑνωθέντα αὐτῇ θεὸν λόγον. Προσκυνῶ τῷ βασιλεῖ μετὰ τῆς ἁλουργίδος καὶ τιμῶ τὴν ἁλουργίδα διὰ τὸν βασιλέα. Καὶ μὴν ὅτι ἐπὶ μὲν τοῦ βασιλέως καὶ τῆς ἐσθῆτος οὐ καθ' ὑπόστασιν ἡ ἕνωσις οὐδὲ ἀδιάσπαστος οὐδὲ διαιωνίζουσα, ἐπὶ δὲ Χριστοῦ τοῦ θεοῦ ἡμῶν καθ' ὑπόστασιν ἀδιάσπαστος καὶ διαιωνίζουσα ἡ ἕνωσις. ∆ιὸ ὡς ἑνὶ τῆς ἁγίας τριάδος συμπροσκυνῶ τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι Χριστῷ τῷ σαρκωθέντι υἱῷ τοῦ θεοῦ καὶ θεῷ. 10 ∆έδεικται τοίνυν, ὅτι δύο φύσεις τοῦ Χριστοῦ καὶ μία ὑπόστασις. Εἰ οὖν δύο φύσεις ἔχει, ἀνάγκη ὁμολογεῖν ἐν αὐτῷ τὰ τῶν δύο φύσεων φυσικὰ ἰδιώματα τελείως καὶ ἀνελλιπῶς, εἴπερ γινώσκομεν αὐτὸν θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον. 11 Ἔχει μὲν ἐκ τῆς θείας καὶ πατρικῆς φύσεως τὸ ἄκτιστον, τὸ ἄχρονον, τὸ ἄναρχον· οὐ γὰρ πρότερον οὐκ ὢν ἤρξατο τοῦ εἶναι, ἀλλ' ἀεὶ ἦν γεννητῶς τὸ θεὸς εἶναι, τὸ θελητικόν, τὸ ἐνεργητικόν, τὸ παντοδύναμον, τὸ ἀπειροδύναμον, τὸ δημιουργικόν, τὸ παντουργικόν, τὸ ἄπειρον, τὸ ἀπερίγραπτον, τὸ ἀκατάληπτον, τὸ ἀνεξερεύνητον, τὸ ἀθάνατον, τὸ παντοκρατορικόν, τὸ συνεκτικόν, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δίκαιον, τὸ σωστικόν, τὸ ἁπλοῦν κατὰ φύσιν καὶ ἀσύνθετον, τὸ ἄτρεπτον, τὸ ἀναλλοίωτον, τὸ παντεποπτικόν, τὸ τῶν μελλόντων προγνωστικόν, τὸ περιεκτικὸν τῶν πάντων ἤτοι περιληπτικόν, τὸ ἀμέτοχον, μεθεκτὸν δὲ τῆς ἐνεργείας, οὐ φύσεως· τὸ αὐτεξούσιον καὶ παντεξούσιον, τὸ εὐεργετικόν, τὸ μεταδοτικὸν, τὸ φωτιστικόν, τὸ ἀόρατον, τὸ ἀναφές, τὸ ὑπέρθεον, τὸ ὑπερούσιον, καὶ ἁπλῶς εἰπεῖν, πάντα, ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ εἰσιν πλὴν τῆς ἀγεννησίας. Καὶ μάρτυς τούτου ἀληθὴς αὐτὸς ὁ κύριος ἡμῶν καὶ θεὸς εἰπών· «Πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι.» Καὶ πρὸς αὐτὸν τὸν πατέρα λέγει· «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.» 12 Τῆς δὲ ὑποστάσεως αὐτοῦ ἴδιον τὸ υἱὸν εἶναι γεννητὸν ἐκ τοῦ πατρὸς καὶ οὐ πατέρα ἀγέννητον οὐδὲ γεννήτορα. Ἐκ τοῦ πατρὸς γὰρ γεγέννηται ἀπαθῶς, ἀσυνδυάστως, τουτέστιν ἄνευ μίξεως, ὡς φῶς ἐκ πυρός, μᾶλλον δὲ ὡς φῶς τέλειον ἐκ τελείου φωτός. Ἐκ τοῦ πατρὸς οὖν ἔχει τὸ εἶναι καὶ πάντα, ὅσα ἔχει. ∆ιὸ καὶ λέγει· «Ὁ πατήρ μου μείζων μού ἐστιν·» ἐγὼ γὰρ ἐξ αὐτοῦ, εἰ καὶ μὴ μετ' αὐτόν, οὐκ αὐτὸς ἐξ ἐμοῦ. ∆ιὸ καὶ τιμᾷ τὸν πατέρα. 13 Εἰπόντες τοίνυν τὰ τῆς θείας φύσεως τοῦ Χριστοῦ ἰδιώματα, ἃ ἔσχεν ἐκ τοῦ πατρός, εἴπωμεν καὶ τὰ τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως φυσικὰ ἰδιώματα, ἅπερ ἐκ τῆς ἐξ ἡμῶν ἔσχε προσλήψεως. Εἰ γὰρ θεὸς ὢν τέλειος γέγονε δι' ἡμᾶς καθ' ἡμᾶς ἄνθρωπος τέλειος, δῆλον, ὡς πάντα ἔχων τὰ φυσικὰ τῆς θεότητος ἰδιώματα καὶ κατὰ τοῦτο θεὸς ὢν τέλειος καὶ πάντα ἕξει τὰ φυσικὰ τῆς ἀνθρωπότητος ἰδιώματα, τουτέστι πάσας τὰς φυσικὰς δυνάμεις τῆς ἀνθρωπότητος, τὰς ἐνεργητικάς τε καὶ παθητικάς, ἵνα τέλειος ᾖ ἄνθρωπος· εἰ γάρ τι τῶν φυσικῶν οὐκ ἀνέλαβεν, οὐ τέλειος, ἀλλ' ἐλλιπής ἐστιν ἄνθρωπος. 14 Ἔστω δὲ προδιωρισμένον, ὅτι πάσης ἐνεργείας καὶ χρήσεως καὶ πράξεως καὶ πάθους τὴν δύναμιν φυσικῶς παρὰ τοῦ δημιουργοῦ εἰλήφαμεν καὶ ταῦτα φυσικά ἐστιν·