1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

7

λέγοντες ἐκ θεότητος καὶ ἀνθρωπότητος οὔτε τῷ πατρὶ αὐτὸν λέγετε ὁμοούσιον οὔτε ἡμῖν· οὔτε γὰρ ὁ πατὴρ συνθέτου φύσεως οὔτε ἡμεῖς ἐκ θεότητος καὶ ἀνθρωπότητος σύνθετοι. Ἀλλὰ καὶ παθητὴν τὴν θεότητα ὁμολογεῖτε· εἰ γὰρ μιᾶς φύσεως ὁ Χριστὸς συνθέτου ἐκ θεότητός τε καὶ ἀνθρωπότητος, ἔπαθε δὲ ὁ Χριστός, δηλονότι ἡ μία φύσις αὐτοῦ ἡ σύνθετος, ἡ θεανθρωπότης, ἔπαθεν. Ἀλλὰ δῆλον, ὅτι ἀρειανίζετε· ὡς γὰρ ἐκεῖνοι, καὶ ὑμεῖς ταυτὸν λέγετε φύσιν καὶ ὑπόστασιν καὶ παθητὴν τὴν τοῦ Χριστοῦ θεότητα καὶ τὴν φύσιν αὐτοῦ σύνθετον λέγετε, ἵνα ἑτεροούσιον αὐτὸν τοῦ πατρὸς βλασφημήσητε. Ἡμᾶς δὲ μὴ γένοιτο οὕτω φρονεῖν· οἴδαμεν γὰρ διαφορὰν φύσεώς τε καὶ ὑποστάσεως κατὰ τοὺς ἁγίους πατέρας. ∆ιὸ καὶ τὸ τριαδικὸν τῶν ὑποστάσεων καὶ τὸ μοναδικὸν τῆς φύσεως ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν καὶ ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ κατὰ τὸν θεολόγον Γρηγόριον «ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος» τὸ μοναδικὸν τῆς ὑποστάσεως καὶ τὸ διττὸν καὶ διάφορον τῶν φύσεων κηρύττομεν καὶ σύνθετον μίαν ὑπόστασιν αὐτὸν ὁμολογοῦμεν, ὁμοούσιον τῷ πατρὶ καὶ ἀπαθῆ κατὰ τὴν τῆς θεότητος φύσιν, ὁμοούσιον ἡμῖν καὶ παθητὸν κατὰ τὴν φύσιν τῆς ἀνθρωπότητος τὸν αὐτόν. Ἀδύνατον γὰρ τὴν μίαν καὶ τὴν αὐτὴν φύσιν κτιστὴν εἶναι καὶ ἄκτιστον, ἠργμένην καὶ ἄναρχον. Εἰ γὰρ ἤρξατο, οὐκ ἄναρχος, καὶ εἰ ἄκτιστός ἐστιν, οὐκ ἐκτίσθη. Ὥστε οὐ μία φύσις ὁ Χριστός, ἀλλὰ μία ὑπόστασις δύο ἔχουσα φύσεις, μίαν ἄκτιστον καὶ μίαν κτιστήν, μίαν ἄναρχον καὶ μίαν ἠργμένην, μίαν ἀπαθῆ καὶ μίαν παθητήν. Καὶ πάλιν· Εἰ ἐκ διαφόρων φύσεων συντεθειμένη ἡ φύσις, οὐδὲ μία αὐτῶν ἐστιν ὁμοούσιος. Ἡ μὲν γὰρ ἑκάστη τὸν ἑαυτῆς ὅρον ἔχει μόνον, ἡ δὲ σύνθετος ἄλλον ὅρον ἔχει σύνθετον. Ἀδύνατον δὲ τὰ ἕτερον καὶ ἕτερον ὅρον δεχόμενα ὁμοούσια εἶναι. Εἰ οὖν μία φύσις ὁ Χριστός, πῶς τῷ πατρὶ ἔσται ὁμοούσιος καὶ τῇ μητρί; Ὁ μὲν γὰρ θεός, ἡ δὲ ἄνθρωπος. Θεὸς δὲ καὶ ἄνθρωπος οὐ μία φύσις· οὐ γὰρ εἷς ὅρος θεότητος καὶ ἀνθρωπότητος. Ὁ μὲν γὰρ κτίστης, ὁ δὲ κτίσμα. Καὶ πάλιν· Μία καὶ ἡ αὐτὴ φύσις ἑτεροουσίοις ὁμοούσιος εἶναι οὐ δύναται. Καὶ πάλιν· Φύσις φύσει ὁμοούσιος οὐ λέγεται οὐδὲ ὑπόστασις μονοφυὴς ἑτεροουσίοις ὑποστάσεσιν ὁμοούσιος. Εἰ οὖν μία φύσις ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, πῶς τῷ πατρὶ καὶ τῇ μητρὶ ἑτεροουσίοις οὖσιν ἔσται ὁμοούσιος; Ὅτι δὲ καὶ μία ὑπόστασις τοῦ Χριστοῦ καὶ οὐ δύο, ἐντεῦθεν γνωσόμεθα· Εἷς υἱὸς ὁ Χριστὸς ἢ δύο; Εἷς πάντως. Καὶ πῶς δύο ὑποστάσεις, εἰ εἷς ὁ υἱός; Εἰ δύο ὑποστάσεις, ἄλλος καὶ ἄλλος, καὶ ἢ ἔσονται δύο Χριστοὶ ἢ ἄλλος ὁ Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος καὶ οὐκέτι εἷς υἱός. Καὶ πάλιν· Εἰ δύο ὑποστάσεις τοῦ Χριστοῦ, κάθηται δὲ ἐν δεξιᾷ τοῦ πατρὸς ἐπὶ τοῦ χερουβικοῦ θρόνου καὶ λατρεύεται ὑπὸ πάσης κτίσεως σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι· οὐκοῦν τετράδι καὶ οὐ τριάδι λατρεύομεν. Καὶ πάλιν· Εἰ μία φύσις τοῦ Χριστοῦ μετὰ τὴν ἕνωσιν, πῶς ὀνομάζεται; Χριστότης δηλαδὴ ἡ θεανθρωπότης. Ποίᾳ φύσει; Εἰ μία, δηλονότι τῇ μιᾷ αὐτοῦ φύσει. Οὐκοῦν ἡ θεανθρωπότης αὐτοῦ, καὶ ἔσται ἡ ἐν Χριστῷ θεότης παθητή. Καὶ πάλιν· Ἔπαθεν ὁ Χριστός; Πάντως. Ἡ θεότης αὐτοῦ ἔπαθεν ἢ ἡ ἀνθρωπότης αὐτοῦ, ποία φύσις; Ἡ ἀνθρωπότης. Ἡ δὲ θεία αὐτοῦ φύσις ἀπαθὴς ἔμεινεν; Ναί. Ἡ παθοῦσα αὐτοῦ φύσις καὶ ἡ μὴ παθοῦσα ἡ αὐτή ἐστιν ἢ ἄλλη καὶ ἄλλη; Ἄλλη πάντως καὶ ἄλλη. Καὶ εἰ ἄλλη καὶ ἄλλη, πῶς μία αἱ δύο; Ἀλλ' αἱ μὲν δύο φύσεις ἢ ἄλλη καὶ ἄλλη μία φύσις οὔκ εἰσιν, ἀλλὰ μία ὑπόστασις, δύο δὲ φύσεις, μία ἀπαθὴς καὶ μία παθητή. Καὶ ἔσται ὁ λόγος εὔδρομος. 9 Ὑπόστασιν δὲ μίαν σύνθετον τὸν Χριστὸν λέγομεν· μία γὰρ οὖσα τῶν τῆς θεότητος ὑποστάσεων εὐδοκίᾳ πατρὸς ἐσαρκώθη ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου καὶ θεοτόκου καὶ γέγονεν ἄνθρωπος τέλειος οὐ κατὰ τροπὴν ἢ σύγχυσιν ἢ