1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

21

παναγίας αὐτοῦ ψυχῆς ἐνέργειαι- εἶδε γάρ, φησί, τὴν πόλιν Ἱερουσαλὴμ καὶ ἔκλαυσεν, ἤκουσέ τε, ὅτι Ἰωάννης ἐβλήθη ἐν τῇ φυλακῇ-, ἥ τε τοῦ μύρου ὀσφραντικὴ αἴσθησις καὶ ἡ φωνὴ ἡ ἐγείρασα Λάζαρον καὶ ἡ γεῦσις ἡ τῆς χολῆς καὶ τοῦ ὄξους ἀποστραφεῖσα φυσικῶς τὴν ἀηδίαν-οὐ γὰρ δήπου ταῦτα θείας ἐνέργειαι φύσεως-καὶ ἡ ἁφὴ τοῦ λεπροῦ ἥ τε βάδισις καὶ ἡ τῶν χειρῶν ἐπὶ σταυροῦ ἔκτασις, ἐκ μὲν τῆς φυσικῆς δυνάμεως ἡ θρέψις τοῦ σώματος καὶ ἡ αὔξησις-»μακαρία γὰρ ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας», καὶ «τὸ παιδίον ηὔξανεν ἡλικίᾳ», φησίν-, ἐκ δὲ τῆς αἰσθητικῆς ὡς ἐμψύχου, ἀλόγου δὲ φύσεως ἡ αἴσθησις, ἡ καθ' ὁρμὴν κίνησις, ἡ πεῖνα, ἡ δίψα-»ὕστερον» γάρ, φησίν, «ἐπείνασε», καὶ ἐπὶ τοῦ σταυροῦ «διψῶ»-, ἡ τῆς βρώσεως ἐπιθυμία-»ἐπιθυμίᾳ» γάρ, φησίν, «ἐπεθύμησα φαγεῖν τὸ πάσχα τοῦτο μεθ' ὑμῶν»-, ὁ θυμός-»ἐταράχθη» γάρ, φησί, «τῷ πνεύματι καὶ ἐμαρτύρησε καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με»-, ἡ πέψις τῶν βρωμάτων καὶ τοῦ ποτοῦ καὶ ἡ ἐξαιμάτωσις· πόθεν γὰρ ὁ ἱδρώς, ὁ πτύελος, τὸ σωτήριον αἷμα καὶ ὕδωρ ἢ οὐκ ἐκ πέψεως; Ἠισθάνετο μὲν γὰρ καὶ πᾶσιν ἐκέχρητο, ἀλλ' οὐκ ἐμπαθῶς, ἀλλὰ φυσικῶς, καὶ ἐτρέφετο οὐ καθ' ἡδονὴν ἐμπαθῆ, ἀλλὰ πρὸς ἀναπλήρωσιν τοῦ ὑπεκρεύσαντος. Εἰ γὰρ καὶ μὴ εἶδε τὸ πανάγιον αὐτοῦ σῶμα διαφθοράν, ἀλλὰ τομὴν καὶ ῥεῦσιν φυσικῶς ὑπέμεινε· διαφθορὰ γάρ ἐστιν ἡ εἰς τά, ἐξ ὧν συνετέθη τὸ σῶμα, ἀνάλυσις. Καὶ πρὸ πάντων αὐτὴ ἡ ζωή, ἥτις ἐστὶ πρώτη τοῦ ζῴου ἐνέργεια ἐκ τῆς ψυχῆς μεταδιδομένη τῷ σώματι. 37 Τὸ δὲ σπερματικὸν καὶ γεννητικὸν οὐκ ἔσχεν· ἀμετάπτωτα γὰρ τῶν θείων ὑποστάσεων τὰ ἰδιώματα, καὶ ἀδύνατον τὸν πατέρα ἢ τὸ πνεῦμα γενέσθαι υἱόν. ∆ιὸ οὐδὲ γέγονεν υἱὸς ἀνθρώπου εἰ μὴ ὁ υἱὸς τοῦ θεοῦ, ἵνα μείνῃ ἀμετάβλητον τὸ ἰδίωμα. Ἔπειτα ὑπόστασις ὁμοφυεῖ ὑποστάσει μίγνυται. Οὐκ ἔστι δὲ ἄλλη τοιαύτη ὑπόστασις υἱὸς θεοῦ καὶ ἀνθρώπου· εἷς γὰρ μονογενὴς υἱός, μόνος ἐκ μόνου πατρὸς καὶ μόνος ἐκ μόνης μητρός, υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου, θεὸς καὶ ἄνθρωπος, Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. Ἔτι δὲ εἰ καὶ φυσικὴ ἡ μίξις διὰ τὸν πληθυσμὸν τῶν ἀνθρώπων, ἀλλ' οὐκ ἀναγκαία· δυνατὸν γὰρ ἄνθρωπον ζῆν καὶ εἶναι ἄνθρωπον μὴ μιγνύμενον, καὶ πολλοὶ γεγόνασι τούτου τοῦ πάθους ἀπηλλαγμένοι. 38 Αὐτὸ μὲν γὰρ τὸ σῶμα ἰδίαν οὐκ ἔσχεν ἐνέργειαν εἰ μὴ τομὴν καὶ ῥεῦσιν, ἅτινα πάθη εἰσίν, οὐκ ἐνέργειαι· τὰ δὲ λοιπὰ πάντα ψυχῆς σώματι κεχρημένης εἰσὶν ἀριδήλως ἐνέργειαι, οὐ θεότητος· ἡ ταραχή· «Νῦν» γάρ, φησίν, «ἡ ψυχή μου τετάρακται·» -ἡ λύπη καὶ ἡ ἀδημονία· «Ἤρξατο γὰρ λυπεῖσθαι καὶ ἀδημονεῖν», καὶ «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·» -ἡ δειλία τοῦ θανάτου· «Πάτερ» γάρ, φησίν, «εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο·» -ὁ θάνατος. Ταῦτα πάντα οὐ θεότητος-ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀείζωον καὶ ἀθάνατον-, ἀλλὰ ζῴου, τουτέστιν οὐσίας ἐμψύχου καὶ αἰσθητικῆς. Ἐκ δὲ τῆς λογικῆς ψυχῆς καὶ νοερᾶς τὴν σοφίαν. «Προέκοπτε γὰρ σοφίᾳ καὶ ἡλικίᾳ». Οὐ γὰρ τῇ θείᾳ σοφίᾳ προέκοπτεν· ἐξ ἄκρας γὰρ συλλήψεως τελεία γέγονεν ἕνωσις καὶ ἄκρα συνάφεια καὶ οὐ προσθήκην θείας τινὸς δυνάμεως ἔσχεν, ἀλλ' ἀνθρωπίνῃ σοφίᾳ προέκοπτε. Κατὰ γὰρ τὸ μέτρον τῆς σωματικῆς ἡλικίας ἡ ἀνθρωπίνη ἐν αὐτῷ σοφία ἐδείκνυτο· ὥσπερ γὰρ ἐξ ἄκρας συλλήψεως τέλειον βρέφος ἐγένετο, οὐ κατὰ μικρὸν διαρθρουμένου καὶ διοργανουμένου τοῦ σώματος, καθώς φησιν ὁ μέγας Βασίλειος ἐν τῷ εἰς τὸ γενέθλιον λόγῳ, οὕτως καὶ τέλειος ἐν ἀνθρωπίνῃ καὶ θείᾳ σοφίᾳ ἐξ ἄκρας συλλήψεως γέγονεν, ὡς ἄνθρωπος δηλονότι· ὡς γὰρ θεὸς οὐ γέγονε τέλειος ἐν θείᾳ σοφίᾳ, ἀλλ' ἦν ἀιδίως, κατὰ δὲ τὴν τῆς ἡλικίας τοῦ σώματος προκοπὴν ἡ τῆς ἐν αὐτῷ τελείας ἀνθρωπίνης σοφίας ἔκφανσις προκοπὴ ἐλογίζετο. Εἰ δὲ σοφίαν ἔσχεν ἀνθρωπίνην, πάντως καὶ νοῦν· σοφία γὰρ νοῦ γέννημά τε