1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

1

Fragmenta in Job FRAGMENTA IN BEATUM JOB.

ΠΡΟΟΙΜΙΟΝ

Ὅτι δὲ παντὶ χρήσιμον τὸ βιβλίον, ἐν ἰδέᾳ πάσῃ καὶ βίων καὶ περιστάσεων, ἀνδρὶ καὶ γυναικὶ, πρεσβυτέρῳ καὶ νέῳ, ἰδιώτῃ καὶ ἄρχοντι, πλουσίῳ καὶ πένητι, τοῖς δεξιοῖς εὐθηνουμένῳ, καὶ τοῖς ἀριστεροῖς πιεζομένῳ, ἐγγύθεν ἔστι λαβεῖν τὴν ἀπόδειξιν. Ὁ γάρτοι θαυμαστὸς καὶ μέγας οὗτος ἀνὴρ, ὁ πανταχοῦ τῆς οἰκουμένης ἀοίδιμος, ὁ τῆς εὐσεβείας ἀθλητὴς καὶ στεφανίτης, ὁ διὰ πάντων τῶν ἄθλων ἐλθὼν, ὁ μυρία κατὰ τοῦ διαβόλου τρόπαια στήσας, οὗτος ἐγένετο πλούσιος καὶ πένης, ἔνδοξός τε καὶ εὐκαταφρόνητος, πολύπαις τε καὶ ἄπαις, ἐν βασιλικαῖς αὐλαῖς καὶ ἐν κοπρίᾳ, ἐν λαμπρᾷ στολῇ, καὶ μετ' ἐκείνην ἐν πηγῇ σκωλήκων· μυρίας ἀπήλαυσε θεραπείας, καὶ μετὰ ταῦτα μυρίας ὑπέμεινεν ὕβρεις, οἰκετῶν ἐπανισταμένων, φίλων ὀνειδιζόντων, γυναικὸς ἐπιβουλευούσης. Πάντα αὐτῷ καθάπερ ἐκ πηγῶν ἀπέῤῥει [ἴσ. ἐπέῤῥει], χρημάτων περιουσία, δυναστείας μέγεθος, δόξης περιφάνεια, εἰρήνης ἀσφάλεια, τιμὴ, καὶ θεραπεία, καὶ σώματος ὑγίεια, καὶ παίδων εὐκοσμία. Οὐδὲν ἦν λυπηρὸν, παρῆν αὐτῷ πλοῦτος μετὰ ἀσφαλείας, καὶ εὐημερία ἀδιάπτωτος· καὶ μάλα εἰκότως· ὁ γὰρ Θεὸς πανταχόθεν αὐτὸν ἐτείχισεν· ἀλλ' ὕστερον πάντα ἐκεῖνα ἀπέπτη, καὶ μυρίοι χειμῶνες κατ 64.508 εσκήνουν εἰς τὴν οἰκίαν ἐκείνου, καὶ πάντες ἐπάλληλοι καὶ συνεχεῖς, καὶ μεθ' ὑπερβολῆς ἅπαντες· τὰ γὰρ αὐτῷ ὄντα πάντα ἀθρόον ἡρπάζετο, οἵ τε παῖδες κατεχώννυντο ἀώρῳ καὶ βιαίῳ θανάτῳ ἐπὶ τῆς τραπέζης καὶ τοῦ συμποσίου κατασφαγέντες, οὐ μαχαίρᾳ καὶ ξίφει, ἀλλὰ πνεύματι πονηρῷ τὴν οἰκίαν καταδήσαντι. Καὶ γυνὴ μετὰ ταῦτα ὡπλίζετο, καὶ τὰ μηχανήματα προσῆγε τῷ δικαίῳ· καὶ φίλοι καὶ οἰκέται, οἱ μὲν ἐνέπτυον εἰς τὸ πρόσωπον, οἱ δὲ ἐπέβαινον καὶ ἐνήλλοντο· καὶ οἰκίας ἐξεβάλλετο πάσης, καὶ ἐνδιαίτημα αὐτῷ ἡ κοπρία ἦν, καὶ πηγαῖς σκωλήκων ἔβρυε πανταχόθεν, καὶ αἵματι καὶ ἰχῶρι κατεῤῥεῖτο ὁ ἀδάμας, καὶ λαβὼν ὄστρακον ἐξέχεε τοὺς ἰχῶρας, δήμιος αὐτὸς ἑαυτῷ γινόμενος. Καὶ ὀδύναι ἐπάλληλοι καὶ ἀκαρτέρητοι, καὶ νὺξ ἡμέρας χαλεπωτέρα, καὶ ἡμέρα νυκτὸς φορτικωτέρα, καὶ πάντα κρημνοὶ καὶ σκόπελοι· καὶ ὁ μὲν παρακαλῶν, οὐδεὶς, οἱ δὲ ἐπεμβαίνοντες, μυρίοι· ἀλλ' ὅμως ἐν τοσούτῳ χειμῶνι, καὶ κύμασιν οὕτως ἀποῤῥήτοις, ἔστη γενναίως καὶ ἀπεριτρέπτως. Τὸ δὲ αἴτιον, ὅτι τὴν τῶν πραγμάτων φύσιν καλῶς ἐλογίζετο, καὶ τὴν τούτων εἰδὼς μεταβολὴν, προωρᾶτο τὸ μέλλον, καὶ πράττων καλῶς, τὴν ἀθυμίαν οὐκ ἀπηλπίζετο, διὰ τοῦτο καὶ ἐν ταῖς εὐπραξίαις ἐμετρίαζεν. Οὐ μόνον δὲ φερεπονίας καὶ ὑπομονῆς, ἀλλὰ καὶ τῆς ἄλλης ἀρετῆς, ὁ πολύτλας οὗτος τοῖς προσέχουσιν ὑπόδειγμα πρόκειται· ἀνδρείας μὲν καὶ καρτερίας, ἐν πειρασμοῖς· τοῦ δὲ μὴ ὑβρίζειν, ἀλλὰ πραεῖς εἶναι, καὶ μετρίους, καὶ κοινωνικοὺς μετὰ ἱλαρότητος, ἐν πλούτῳ καὶ δυναστείᾳ· σωφροσύνης δὲ, ἐν ἡδοναῖς· καὶ δικαιοσύνης, ἐν δίκαις καὶ συναλλάγμασι· καὶ ἐπὶ πᾶσιν, ὁμονοίας, καὶ τοῦ κεφαλαίου τῶν ἀρετῶν, τῆς ἀγάπης· πᾶσαν γὰρ ἀρετὴν μετὰ τῆς προσηκούσης ἀκριβείας κατώρθου. Ταύτην τὴν εἰκόνα τὴν ὑπογραφοῦσαν ἀναλαβὼν, ἔμπηξον τῷ συνειδότι τῷ σῷ· κἂν ἐν ἀθυμίᾳ ᾖς, πρὸς αὐτὴν κατάφευγε· κἂν ἐν πλούτῳ, τὸ φάρμακον ἐντεῦθεν λάμβανε, ὥστε μήτε πτωχείᾳ βαπτισθῆναι, μήτε πλούτῳ φυσηθῆναι· κἂν παῖδας ἀποβάλῃς, ἔχεις ἐντεῦθεν τὴν παράκλησιν· τὴν γὰρ ὑπερβολὴν ἐνταῦθα εὑρήσεις καὶ τῶν συμφορῶν καὶ τῆς καρτερίας· κἂν νόσῳ περιπέσῃς, ἐννόησον τὰς πηγὰς τῶν σκωλήκων, καὶ οἴσεις ἅπαντα πράως· κἂν φίλος ἐπιβουλεύσῃ, πάλιν τὸν