1
Contra Eunomium αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. Cap.1.2βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγορηθέντος ὑπεραλγήσαντες. Cap.1.3γʹ. Ὅτι οὐδὲν μέγα κατὰ τὴν τοῦ λόγου δύναμιν ἐνι δόντες τῷ βιβλίῳ τοῦ Εὐνομίου εἰκότως κατεθαρσήσαμεν τῆς ἀντιρρήσεως. Cap.1.4δʹ. Ὅτι πολλῇ ματαιότητι καὶ περιττολογίᾳ ἐν τῷ ἰδίῳ λόγῳ ἐχρήσατο ὁ Εὐνόμιος, μὴ πάνυ σπουδάζων περὶ τὰ καίρια.Cap.1.5 εʹ. Ὅτι οὐ καλῶς ἐποίησεν Εὐστάθιον τὸν Ἀρμένιον καὶ Βασίλειον τὸν Γαλάτην τοὺς ἐπισκόπους ἐν τοῖς ἰδίοις κωμῳδήσας λόγοις. Cap.1.6 ʹ. Μνήμη τοῦ προστάτου τῆς ἀσεβείας Ἀετίου καὶ αὐτοῦ Εὐνομίου, δι' ὀλίγων καὶ τὰ γένη καὶ τὰ ἐπιτηδεύ ματα τῶν ἀνδρῶν περιέχουσα. Cap.1.7ζʹ. Ὅτι αὐτὸς ὑφ' ἑαυτοῦ ἐλέγχεται ὁ Εὐνόμιος ἀκατ ηγόρητος τὴν ἀπολογίαν ποιησάμενος. Cap.1.8 ηʹ. Ὅτι αἱ λοιδορίαι, αἷς κατὰ Βασιλείου ἐχρήσατο, τούτῳ μᾶλλον ἢ ἐκείνῳ πρέπουσαι ἐκ τῶν πραγμάτων δεί κνυνται. Cap.1.9 θʹ. Ὅτι ἐγκαλῶν Βασιλείῳ τὸ μὴ προστῆναι τοῦ λό γου ἐν τῷ καιρῷ τῶν ἀγώνων οὐδὲ αὐτὸς ἐπιδείκνυται ἀλ λότριος ὢν τοῦ ἐγκλήματος. Cap.1.10 ιʹ. Ὅτι πάντα ὅσα ὠνόμασεν αὐτὸν ὑβριστικὰ ῥήματα ἀπ' αὐτῶν τῶν πραγμάτων ψευδῆ διελέγχεται. Cap.1.11ιαʹ. Ὅτι ψυχρῶς ἐχρήσατο τῷ κατὰ τὸ ἆθλον σοφί σματι, δι' οὗ κατασκευάζει παρ' ἡμῶν ὁμολογεῖσθαι τὸ κε κρίσθαι αὐτὸν καὶ μὴ ἀκατηγόρητον τὴν ἀπολογίαν ποιή σασθαι. Cap.1.12ιβʹ. Ὅτι μάτην ἐπονειδίζει τὴν δειλίαν τῷ τοσαύτην ἀνδρείαν ἐπὶ τῶν ἀγώνων πρὸς βασιλέας τε καὶ ὑπάρχους δείξαντι.Cap.1.13 ιγʹ. Μνήμη τῶν δογματικῶς αὐτῷ εἰρημένων καὶ κατὰ διαίρεσιν πρὸς τὰ εἰρημένα μάχη. Cap.1.14 Ὅτι κακῶς ἐποίησε μνημονεύων τοῦ σωτηρίου δόγματος, μὴ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα καθὼς παραδέδοται ὀνομάζων, ἀλλὰ καὶ ἄλλοις ὀνόμασι χρησάμενος κατὰ τὸ ἴδιον βούλημα. Cap.1.15 ιεʹ. Ὅτι κακῶς ἐποίησε μόνην τὴν τοῦ πατρὸς οὐσίαν κυριωτάτην εἰπὼν καὶ ἀνωτάτω, κατασκευάζων κατὰ τὸ σιω πώμενον ἄκυρόν τε εἶναι τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὴν οὐσίαν καὶ κάτω. Cap.1.16 ιʹ. Ἐξέτασις τοῦ τῆς ὑποταγῆς σημαινομένου, καθ' ὃ λέγει ὑποτετάχθαι τῇ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίᾳ τὴν τοῦ πνεύματος φύσιν· ἐν ᾧ κατεσκευάσθη ὅτι συντάσσεται τὸ πνεῦμα τὸ ἅγιον πατρὶ καὶ υἱῷ, οὐχ ὑποτάσσεται.Cap.1.17 ιζʹ. Ἐξέτασις τῶν ἐνεργειῶν τίνες κατὰ τὴν φύσιν εἰσίν, ἃς ἕπεσθαι οὗτος λέγει τῇ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίᾳ. Cap.1.18 ιηʹ. Ὅτι οὐ κατὰ λόγον ποιεῖ εἰς πλῆθος οὐσιῶν τὸ δόγμα διαμερίζων, οὐδεμίαν ἀπόδειξιν τοῦ ταῦτα οὕτως ἔχειν παρεχόμενος. ξαπ.1.19 ιθʹ. Ὅτι ἁπλῆν λέγων τὴν θείαν οὐσίαν μέχρις ὀνόματος συγχωρεῖ τὴν ἁπλότητα. ξαπ.1.20 κʹ. Ὅτι κακῶς ποιεῖ τῆς τοῦ μονογενοῦς ὑπάρξεως ἐνέργειάν τινα προεπινοῶν ἀπεργαστικὴν τῆς τοῦ Χριστοῦ ὑποστάσεως. Cap.1.21 καʹ. Ὅτι χαλεπωτέρα τῆς Ἰουδαϊκῆς πλάνης ἡ τούτων βλασφημία.Cap.1.22 κβʹ. Ὅτι οὐ χρὴ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐπὶ τῆς θείας οὐσίας δογματίζειν· ἐν ᾧ καὶ ἔκθεσις τεχνικὴ τῶν ἐκκλησια στικῶν δογμάτων. Cap.1.23 κγʹ. Ὅτι οὐκ ἀμάρτυρός ἐστιν ἡ τῆς πίστεως διδασκαλία ταῖς γραφικαῖς μαρτυρίαις ἠσφαλισμένη.Cap.1.24 κδʹ. Ὅτι ματαιολογεῖ μεγέθη καὶ διαφορὰς ἔργων καὶ ἐνεργειῶν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας τεχνολογῶν. Cap.1.25 κεʹ. Ὅτι ὁ πρεσβύτερον κατά τι διαστηματικὸν νόημα τοῦ υἱοῦ τὸν πατέρα κατασκευάζων ἀναγκασθήσεται μηδὲ τὸν πατέρα ἄναρχον λέγειν. ξαπ.1.26 κʹ. Ὅτι οὐχ ἁρμόσει καὶ τῇ κτίσει τὸ τοιοῦτον θεώ ρημα ὃ ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐξητάσθη, ὅπερ ἐκεῖνοι βιάζονται, ἀλλὰ χρὴ τὸν μὲν υἱὸν ἀϊδίως σὺν τῷ πατρὶ θεωρεῖσθαι, τὴν δὲ κτίσιν ἀπό τινος ὡρισμένου <χρόνου> τὴν ἀρχὴν ἐσχηκέναι ὁμολογεῖν. Cap.1.27 κζʹ. Ὅτι μάτην ὑπέλαβε τὰς αὐτὰς ἐνεργείας τὰ αὐτὰ ἔργα ποιεῖν καὶ τὴν παραλλαγὴν τῶν ἔργων