154
περὶ τῆς 20στερήσεως20 αὐτοῦ τεχνολογίαν κατανοή 2.1.564 σαντας. ἀλλὰ τὸ μὲν πάσῃ τῇ φλυαρίᾳ συμπλέκεσθαι αὐτοῦ ἂν εἴη τοῦ Εὐνομίου καὶ τῶν κατ' αὐτὸν τῶν μηδε μίαν πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων ἀναδεδεγμένων φροντίδα. ἡμεῖς δὲ διὰ συντομίας ἐπὶ κεφαλαίῳ τοῖς εἰρη μένοις ἐπιδραμούμεθα, ὡς ἂν μήτε τι τῶν ὑπαιτίων παρα λειφθείη μήτε τι τῶν ματαίων εἰς ἀνόνητον μῆκος προαγάγοι τὸν λόγον. 2.1.565 Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται 20δείξειν τῶν20 ἡμετέ ρων 20δογμάτων ἀτοπίαν20, ὡς αὐτός φησιν, 20ἀνήκε στον καὶ εὐλάβειάν τινα προσποίητον καὶ ἐπί ληπτον20. ἡ μὲν οὖν ὑπόσχεσις αὕτη· ὁ δὲ τῶν ἐγκλη μάτων ἔλεγχος τίς; 20εἰπόντων20, φησί, 20τινῶν στερήσει γεννήσεως εἶναι τὸν θεὸν ἀγέννητον, ἡμεῖς ἐπ' ἐλέγχῳ τούτων μηδαμῶς ἁρμόζειν τῷ θεῷ μήτε τὴν φωνὴν ταύτην μήτε τὴν ἔννοιαν εἴπο 2.1.566 μεν20. δειξάτω τὸν προστάτην τοῦ λόγου εἴ τις τῶν ἀφ' οὗ γεγόνασιν ἄνθρωποι μέχρι τοῦ νῦν εἴτε παρὰ βαρβάροις εἴτε παρ' Ἕλλησι τὸ τοιοῦτον παραφθεγξάμενος δείκνυται, καὶ ἡμεῖς σιωπήσομεν. ἀλλ' οὐκ ἂν ἐλεγχθείη τῶν ἐν παντὶ χρόνῳ γεγενημένων ἀνθρώπων οὐδεὶς τὸ τοιοῦτον εἰπὼν πλὴν εἴ τις μαίνοιτο. τίς γὰρ οὕτως ἐκ μέθης παράφορος, τίς οὕτως ὑπὸ μανίας ἢ φρενίτιδος ἐξεστηκὼς τὴν διάνοιαν, ὡς τοῦτον εἰπεῖν τὸν λόγον, ὅτι τῷ ἀγεννήτῳ θεῷ κατὰ φύσιν μὲν ἐστὶν ἡ γέννησις, στερηθεὶς δὲ τοῦ κατὰ φύσιν ἐκ γεννητοῦ τοῦ πρόσθεν γέγονε μετὰ ταῦτα 2.1.567 ἀγέννητος; ἀλλὰ ταῦτα τῆς ῥητορικῆς τὰ τεχνάσματα, τὸ ἐν οἷς ἐλέγχονται προσώπων τινῶν ὑποβολαῖς τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην διαδιδράσκειν. οὕτω καὶ περὶ τῆς ἀπο λογίας ἐκείνης ἀπολελόγηται, δικασταῖς καὶ κατηγόροις ἀνατιθεὶς τῆς ἐπιγραφῆς τὴν αἰτίαν, οὐ κατηγόρους, οὐ κρίσιν, οὐ δικαστήριον ἐπιδεῖξαι δυνάμενος. καὶ νῦν ὡς ἀλλοτρίαν μωρίαν ἐπανορθούμενος 20εἰς ἀνάγκην20 φησὶ 2.1.568 20τοῦ οὕτως εἰπεῖν ἐληλυθέναι20. οὗτος ὁ ἔλεγ χος 20τῆς ἀνηκέστου20 ἡμῶν 20ἀτοπίας καὶ τῆς προσ ποιήτου καὶ ἐπιλήπτου εὐλαβείας20. ἀλλ' 20ἀπο ροῦντας20 ἡμᾶς φησιν 20οὐκ ἔχειν ὅ τι χρησόμεθα τοῖς παροῦσι καὶ τὴν ἀπορίαν ἐπικρυπτομένους ἐκεῖνον μὲν ἐκ τῶν ῥημάτων εἰς τὴν τοῦ κόσμου διαβάλλειν σοφίαν, αὐτοὺς δὲ τὴν τοῦ ἁγίου 2.1.569 πνεύματος οἰκειοῦσθαι διδασκαλίαν20. ἄλλος ὄνει ρος οὗτος, τοσοῦτον ἑαυτῷ προσεῖναι τῆς ἔξω σοφίας οἴεσθαι, ὡς φοβερὸν Βασιλείῳ διὰ τοῦτο δοκεῖν. οὕτω τινὲς καὶ βασιλεῦσιν ὁμόθρονοι καὶ τῆς ὑψηλοτέρας ἀξίας εἶναι πολλάκις ἑαυτοὺς ἐφαντάσθησαν, τῆς ἠπατημένης τῶν ἐνυ πνίων ὄψεως ἐκ τῆς καθ' ὕπαρ ἐπιθυμίας τὴν περὶ τούτου 2.1.570 δόκησιν ἐντιθείσης. οὐκ ἔχοντά φησιν Βασίλειον, ὅ τι τοῖς 2.1.570 εἰρημένοις χρήσεται, διαβάλλειν αὐτὸν ἐπὶ τῇ τοῦ κόσμου σοφίᾳ. πολλοῦ μέντοι τὴν τοιαύτην ἂν διαβολὴν ἐτιμήσατο, τὸ φοβερὸς νομισθῆναι τῇ περιουσίᾳ τῶν λόγων καὶ τῶν ἐπιτυχόντων τινί, μή τί γε Βασιλείῳ καί τινι τῶν κατ' 2.1.571 αὐτόν, εἴπερ τις ὅλως ἐστὶ κατ' αὐτὸν ἢ ἐγένετο. ἀλλὰ τὸν μὲν διὰ μέσου λόγον, εἴπερ λόγος ἐστὶν ἡ ἀνδραποδώδης αὐτοῦ λοιδορία καὶ τὰ ἄμουσα σκώμματα δι' ὧν κατα τρέχειν τῶν ἡμετέρων οἴεται, πάντα παρήσω, βδελυκτόν τε καὶ ἀηδὲς ποιούμενος τοσούτοις μολύσμασι τὸν ἡμέτερον ἐμφορύνεσθαι λόγον, ὥσπερ οἱ τὰ ὀχθώδη τε καὶ ὀδωδότα τῶν ἑλκῶν μυσαττόμενοι καὶ δυσανασχετοῦντες τὴν θέαν τῶν ἀπὸ πληθωρικῆς τινος βαρυχυμίας δι' ἀκροχορδόνων καὶ ἥλων ἀλλοιωθέντων τὴν ἐπιφάνειαν. τὸν δὲ νοῦν αὐτοῦ δι' ὀλίγων ἐκθέμενος τὴν πολλὴν τῶν εἰρημένων παραδραμοῦμαι δυσω δίαν. ἔσται δέ μοι τέως κατ' ἐλευθερίαν ὁ λόγος διεξα γόμενος, οὐδὲν πρὸς τὸ ἐπηρεαστικῶς σπαράσσειν τι τῶν λεγομένων ἐπιστρεφόμενος. 2.1.572 Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ' ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων γνῶσίν τε καὶ θεωρίαν, ὡς ἂν οἷόν τε ᾖ, βλέπει. διχῆ δὲ μεμέ ρισται τῶν ὄντων ἡ φύσις εἴς τε τὸ νοητὸν καὶ τὸ αἰσθητὸν διαιρουμένη· ἀλλὰ τῶν μὲν κατ' αἴσθησιν φαινομένων διὰ τὸ πρόχειρον