376
τῆς ἡμετέρας πρὸς τὸν θεὸν καταλ 3.10.15 λαγῆς εὐαγγέλια. τὸ γὰρ περὶ τὸν κατὰ Χριστὸν ἄνθρωπον γεγενημένον κοινὴ τῆς φύσεως τῶν ἀνθρώπων χάρις ἐστίν. ὥσπερ γὰρ τὸ κατωφερὲς καὶ εἰς γῆν βρῖθον τοῦ σώματος διαέριον ἐπὶ τοὺς οὐρανοὺς ἰδόντες φερόμενον πιστεύομεν κατὰ τὸν τοῦ ἀποστόλου λόγον καὶ ἡμεῖς ἁρπαγήσεσθαι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, οὕτως ἀκη κοότες, ὅτι τῆς ἡμετέρας ἀπαρχῆς πατὴρ καὶ θεὸς γέ γονεν ὁ ἀληθινὸς θεὸς καὶ πατήρ, οὐκέτι ἀμφιβάλλομεν τὸν αὐτὸν καὶ ἡμέτερον πατέρα καὶ θεὸν γενέσθαι, μα θόντες ὅτι εἰς τὴν αὐτὴν εἰσελευσόμεθα, ὅπου πρόδρομος 3.10.16 ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ Χριστός. τὸ δὲ διὰ γυναικὸς τὴν χάριν μηνύεσθαι καὶ αὐτὸ σύμφωνόν ἐστι τῷ ἀποδοθέντι νοήματι. ἐπειδὴ γάρ, καθώς φησιν ὁ ἀπόστολος, ἡ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε καὶ τῆς ἀποστάσεως τῆς ἀπὸ τοῦ θεοῦ διὰ τῆς παρακοῆς προηγήσατο, διὰ τοῦτο πρώτη τῆς ἀναστάσεως γίνεται μάρτυς, ἵνα τὴν ἐκ τῆς παραβάσεως καταστροφὴν διὰ τῆς κατὰ τὴν ἀνάστασιν πίστεως ἀνορθώσῃ, καὶ ὥσπερ τῶν τοῦ ὄφεως λόγων τὸ κατ' ἀρχὰς γενομένη πρὸς τὸν ἄνδρα διάκονός τε καὶ σύμ βουλος ἀρχὴν τοῦ κακοῦ τῷ βίῳ καῖ' ἀκολουθίαν εἰσήνεγκεν, οὕτω τοῦ θανατώσαντος τὸν ἀποστάτην δράκοντα τοὺς λό γους τοῖς μαθηταῖς διακομίσασα ἀρχηγὸς τοῖς ἀνθρώποις τῆς πίστεως γένηται, δι' ἧς εἰκότως ἀναλύεται ἡ πρώτη 3.10.17 τοῦ θανάτου ἀπόφασις. ἀλλ' εὑρεθῆναι μὲν εἰκὸς παρὰ τῶν ἐπιμελεστέρων ὠφελιμωτέραν τινὰ τῶν προκειμένων ἐξήγησιν· εἰ δὲ καὶ μηδὲν εὑρίσκοιτο, ἐκείνην πάντως ἀρ γεῖν τὴν παρὰ τῶν ἐχθρῶν προφερομένην συγκρίσει τῆς εὑρεθείσης πάντα οἶμαι τὸν εὐσεβοῦντα συνθήσεσθαι. ἡ μὲν γὰρ ἐπὶ καθαιρέσει τῆς τοῦ μονογενοῦς δόξης συμ πέπλασται καὶ πλέον οὐδέν· αὕτη δὲ τῆς κατὰ τὸν ἄν θρωπον οἰκονομίας τὸν σκοπὸν περιέχει. ἐδείχθη γὰρ ὅτι οὐχ ὁ ἀναφής τε καὶ ἀμετάθετος καὶ ἀόρατος, ἀλλὰ τὸ βλεπόμενόν τε καὶ κινούμενον καὶ ψηλαφώμενον, ὅπερ τῆς ἀνθρωπίνης φύσεως ἴδιόν ἐστι, τῇ Μαρίᾳ τὴν ἐντολὴν ἐδί δου πρὸς τοὺς ἀδελφοὺς διακονῆσαι τὸν λόγον. 3.10.18 Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασι λείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀφο ρίζων ἐν τῷ λέγειν 20ὅσον διέστηκε τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον παρήλλακται τὸ φῶς πρὸς τὸ φῶς20. δείξαντος γὰρ ἐκείνου μὴ κατὰ ὕφεσίν τινα καὶ ἐπίτασιν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον τὴν διάστασιν εἶναι, ἀλλ' ἐκ διαμέτρου τὴν ἀντίθεσιν ἐν τοῖς σημαινομένοις ὑπάρχειν, καὶ συλλογισαμένου διὰ τῆς τῶν τεθέντων ἀκολουθίας ὅτι ἀναλόγως τῇ 20ἀγεννησίᾳ20 καὶ τῇ 20γεννήσει20 τοῦ πατρικοῦ φωτὸς πρὸς τὸ τοῦ υἱοῦ παραλλάσσοντος ἀνάγκη πᾶσα μὴ ἐλάττωσιν φωτὸς ἐπὶ τοῦ υἱοῦ νοηθῆναι, ἀλλὰ παντελῆ ἀλλοτρίωσιν (ὡς γὰρ οὐκ ἔστιν εἰπεῖν ὑφειμένην ἀγεννησίαν εἶναι τὴν γέννησιν, ἀλλὰ καθόλου διέστηκεν ἀντιθετικῶς ἀπ' ἀλλήλων τὰ σημαινό μενα τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως, οὕτως εἰ τὴν αὐτὴν φυλάσσοι παραλλαγὴν τὸ πατρικὸν φῶς πρὸς τὸ ἐν τῷ υἱῷ νοούμενον, οὐκέτι φῶς ἐκ τῆς ἀκολουθίας ὁ υἱὸς εἶναι ὑποληφθήσεται, ἐπίσης αὐτῆς τε τῆς ἀγεννησίας καὶ τοῦ κατ' αὐτὴν φωτὸς ἔξω γινόμενος· ὁ δὲ ἄλλο τι παρὰ τὸ φῶς ὢν δηλαδὴ πρὸς τὸ ἀντικείμενον οἰκείως κατὰ τὸ 3.10.19 ἀκόλουθον ἕξει)· ταύτης τοίνυν τῆς ἀτοπίας ἐκ τῶν τεθέν των ἀναφανείσης, ἀναλύειν ἐπιχειρεῖ ὁ Εὐνόμιος ταῖς τε χνικαῖς ἐφόδοις τῶν ἀποδείξεων οὑτωσὶ λέγων· 20ἴσμεν γάρ, ἴσμεν τὸ φῶς τὸ ἀληθινόν, ἴσμεν τὸν κτίσαντα τὸ φῶς μετὰ τὸν οὐρανὸν καὶ τὴν γῆν, ἠκού σαμεν αὐτῆς τῆς ζωῆς καὶ ἀληθείας Χριστοῦ λέγοντος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· μεμαθήκαμεν παρὰ τοῦ μακαρίου Παύλου φῶς ἀπρόσιτον ὀνομάζοντος τὸν ἐπὶ πάντων θεὸν τῇ τε προσθήκῃ διορί ζοντος καὶ τὴν ὑπεροχὴν τοῦ φωτὸς ἐκδιδά σκοντος· εἶτα τοσαύτην φωτὸς παραλλαγὴν με μαθηκότες οὐκ ἀνεξόμεθα μέχρι ψιλῆς γοῦν 3.10.20 ἀκοῆς τὴν αὐτὴν εἶναι φωτὸς ἔννοιαν20. ἆρα σπου δάζων τὰ