1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

2

ἄγγελον» ἐπιδημήσειν ποτὲ εἰς ἀνθρώπους ἔφασαν, πάντων τε τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν Ἑλληνικῶν τε καὶ βαρβάρων διδάσκαλον ἀληθοῦς θεογνωσίας καὶ τῆς εἰς τὸν τῶν ὅλων δημιουργὸν θεὸν εὐσεβείας καταστήσεσθαι, ᾗ τὸ εὐαγγελικὸν περιέχει κήρυγμα· καὶ τοῦτον αὐτὸν παιδίον ἔσεσθαι καὶ υἱὸν ἀνθρώπου κληθήσεσθαι, γένος τε ὅθεν κατάξει, καί τινα ξένον ἐκ παρθένου τρόπον αὐτοῦ τῆς ἀποτέξεως, καὶ τό γε παραδοξότατον, ὅτι μὴ τὸ πᾶσι τοῖς ἐκ περάτων γῆς εἰσέτι σήμερον ἐπὶ θέαν σπεύδουσι βοώμενον τῆς ἐν Βηθλεὲμ γενέσεως αὐτοῦ χωρίον σιωπῇ δόντες παρῆλθον, ἀλλὰ καὶ τοῦτο λευκοῖς ὀνόμασιν ἐξεβόησαν, ὥσπερ οὖν καὶ τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ, καθ' οὓς ἀκριβῶς οὗτος ἐπεδήμει τῷ βίῳ, ὥσπερ φθάσαντες οἱ αὐτοὶ τὰ τῶν πραγμάτων ἐθέσπισαν. 1.1.3 πάρεστι δέ σοι μετὰ χεῖρας ἀναλαβόντι τὴν σπουδὴν ἐν ὀφθαλμοῖς ἰδεῖν ἐν ταῖς δηλουμέναις προφητικαῖς προρρήσεσι πάσας ὁμοῦ περιεχομένας τὰς ὑπὸ τῶν θεσπεσίων εὐαγγελιστῶν μαρτυρουμένας αὐτοῦ δὴ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παραδόξους θαυματουργίας καὶ τὰς ἐνθέους αὐτοῦ καὶ παναρέτους περὶ τῆς ἀληθοῦς εὐσεβείας διδασκαλίας. 1.1.4 καὶ τί δεῖ θαυμάζειν, ὅτε καὶ τὸν νέον τῆς εὐσεβείας τρόπον τὸν πρὸς αὐτοῦ πᾶσιν ἀνθρώποις κατηγγελμένον διαρρήδην ἀνακηρύττουσι κλῆσίν τε μαθητῶν αὐτοῦ καὶ καινῆς διαθήκης διδασκαλίαν. 1.1.5 ναὶ μὴν ἐπὶ τούτοις καὶ τὰς Ἰουδαίων εἰς αὐτὸν ἀπιστίας καὶ ἀντιλογίας, ἀρχόντων τε ἐπαναστάσεις, διδασκάλων φθόνους, ἑνὸς μαθητοῦ προδοσίαν, ἐχθρῶν δια βολάς, συκοφαντῶν κατηγορίας, δικαστῶν κατακρίσεις, ὕβρεις ἀτίμους, μάστιγας ἐκτόπους, δυσφήμους λοιδορίας, ἐπὶ πᾶσι τὸν ἐπονείδιστον θάνατον, αὐτοῦ τε ἐπὶ τούτοις σιωπὴν θαυμάσιον, πραότητά τε καὶ καρτερίαν, ἀμήχανόν τε ὅσην ὑπομονὴν καὶ ἀνεξικακίαν. 1.1.6 ταῦτα δὲ πάντα ἄντικρυς περὶ ἑνὸς ἐν ὑστάτοις ποτὲ χρόνοις ἥξοντος καὶ τοιαῦτα ἐν ἀνθρώποις πεισομένου σαφῶς, δι' ὧν προειλήφασι, τὰ παλαίτατα Ἑβραίων παρίστησι λόγια, ἐπιμαρτυρούμενα τὴν μετὰ θάνατον ἐκ νεκρῶν ἀναβίωσιν τοῦ δηλουμένου, τὴν τοῖς αὐτοῦ μαθηταῖς φανέρωσιν, τὴν τοῦ θείου πνεύματος εἰς αὐτοὺς μετάδοσιν, τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ, τὴν πατρὸς ἔνθρονον βασιλείας ἵδρυσιν, τὴν ἐπὶ συντελείᾳ τοῦ βίου δευτέραν αὖθις ἐσομένην ἔνδοξον αὐτοῦ παρουσίαν. 1.1.7 Ἐπὶ πᾶσι τούτοις θρήνους ἀκούσῃ καὶ ὀλοφυρμοὺς ἑκάστου τῶν προφητῶν διαφόρως ὀλοφυρομένου καὶ ἀποκλαιομένου ὅσα τὸ Ἰουδαίων ἔθνος τῆς εἰς τὸν προκηρυχθέντα δυσσεβείας ἕνεκα μετελεύσεσθαι κακὰ ἔμελλεν, ὡς τὸ βασίλειον αὐτῶν, ἄνωθεν ἐκ πατέρων εἰς ἐκείνους διαρκέσαν τοὺς καιρούς, παντελῆ καθαίρεσιν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν αὐτῶν ὑπομενεῖ, ὡς οἱ πάτριοι αὐτῶν νόμοι καταλυθήσονται, ὡς τῆς παλαιᾶς θρησκείας αὐτῶν ἀποστερήσονται, ὡς τῆς ἐκ προγόνων αὐτονομίας ἐκπεσοῦνται, ὡς ἀντ' ἐλευθέρων δοῦλοι τῶν ἐχθρῶν καταστήσονται, ὡς ἡ βασιλικὴ μητρόπολις αὐτῶν πυρίκαυστος γενήσεται, ὡς τὸ σεμνὸν αὐτῶν καὶ ἁγνὸν ἱερὸν ἐμπρησμὸν καὶ ἐσχάτην ἐρημίαν ὑπομενεῖ, ὡς ἀντὶ τῶν πάλαι οἰκητόρων ὑπὸ ἀλλοφύλων ἐθνῶν ἡ πόλις αὐτῶν κατοικισθήσεται, ὡς εἰς πάντα τὰ ἔθνη καθ' ὅλης οἰκουμένης διασπαρήσονται, ὡς οὐκέτ' αὐτοῖς ἡ τῶν κακῶν παῦλα οὐδέ τις ἀνάνευσις τῶν συμφορῶν ἐλπισθήσεται, ἃ καὶ τυφλῷ, φασί, δῆλα εἰσέτι νῦν τὴν τῶν λόγων ὄψιν αὐτοῖς ἔργοις ἐνδείκνυται, ἐκ πρώτης αὐτῆς ἡμέρας, ἐξ ἧς ἀθέους ἤραντο κατὰ Χριστοῦ χεῖρας, τὴν τῶν κακῶν ἀρχὴν εἰς ἑαυτοὺς ἐπισπώμενοι. 1.1.8 Οὐκ ἦν δ' ἄρα τοῖς θεσπεσίοις ἀνδράσιν ἐπὶ σκυθρωποῖς τὰ τῶν προρρήσεων ἱστάναι, οὐδὲ μέχρι τῶν λυπηρῶν ἐπιτείνεσθαι τὴν πρόγνωσιν, ἀλλὰ γὰρ εἰς τὸ φαιδρὸν μεταβάλλοντες αὖθις ἀγαθῶν ἀγγελίας ἀθρόως ἅπασιν ἀνθρώποις ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ προεκήρυττον, ἀντὶ τῆς ἑνὸς ἔθνους ἀποβολῆς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων θεογνωσίαν εὐαγγελιζόμενοι, καὶ δαιμόνων ἀποφυγήν, ἀγνωσίας τε καὶ πλάνης ἀπαλλαγήν, φωτός τε καὶ εὐσεβείας