1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

249

αὐτοῦ. ἐγὼ εἶπα, κύριε, ἐλέησόν με· ἴασαι ψυχήν μου, ὅτι ἥμαρτόν σοι. οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ. 10.1.2 ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ' ἐμοῦ· ἐλογίζοντο κακά μοι· μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆ ναι; καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμοί. ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.» 10.1.3 Ἐπειδή τινες ὑπειλήφασιν τὴν βίβλον τῶν ψαλμῶν ὕμνους μόνον εἰς θεὸν καὶ ᾠδὰς θεολογικὰς περιέχειν, οὐ μὴν καὶ προγνώσεις οὐδὲ μελλόντων προφητείας, τοῦτο πρῶτον ἐπιτηρητέον, ὡς μυρία θεσπίζεται δι' αὐτῶν, ἃ καὶ μακρὸν ἂν εἴη συναγαγεῖν ἐπὶ τοῦ παρόντος, ἀρκεῖ δὲ χρήσασθαι εἰς μαρτυρίαν τοῦ λόγου δύο ψαλμοῖς ἐπιγεγραμμένοις μὲν τοῦ Ἀσὰφ εἰρημένοις δὲ κατὰ τοὺς τοῦ ∆αβὶδ χρόνους. 10.1.4 τὸ τηνικαῦτα γὰρ εἷς τῶν ἱεροψαλτῶν ὁ Ἀσὰφ τυγχάνων, ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων, τοὺς ἐπιγεγραμμένους αὐτοῦ ψαλμοὺς θείῳ πνεύματι προσεφώνησεν. 10.1.5 τί δὴ οὖν περιέχουσιν οἱ ψαλμοὶ ἢ προρρήσεις τῆς πολιορκίας τῆς βασιλικῆς πόλεως τοῦ Ἰουδαίων ἔθνους, ἥτις γέγονεν ἐγγύς που πεντακοσίοις ἔτεσιν μετὰ τὴν πρόρρησιν; 10.1.6 λέγει δ' οὖν ὁ ἑβδομηκοστὸς τρίτος ἐπιγεγραμμένος «συνέσεως τῷ Ἀσάφ»· «ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ' ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου. καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. 10.1.7 ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν εἴσοδον ὑπεράνω· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς· ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.» ταῦτα μὲν ὁ ἑβδομηκοστὸς τρίτος ψαλμός. 10.1.8 καὶ ὁ ἑβδομηκοστὸς δὲ ὄγδοος, τοῦ Ἀσὰφ καὶ αὐτὸς τυγχάνων, τάδε περιέχει· «ὁ θεός, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον· ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς». 10.1.9 τούτων δὲ τὰ μὲν πρῶτα, λέγω δὲ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ τρίτου ψαλμοῦ, εἴρητο βασιλεύοντος ἔτι τοῦ ∆αβίδ, πρὸ τοῦ τὸν ναὸν ὑπὸ Σολομῶνος κατασκευασθῆναι· τέλους δὲ ἔτυχεν οὐκ ἄλλοτε ἢ πρῶτον μὲν ἐπὶ τῆς Βαβυλωνίων πολιορκίας, δεύτερον δὲ ἐπὶ τοῦ Ῥωμαϊκοῦ πρὸς Ἰουδαίους πολέμου. 10.1.10 ἕκαστα γὰρ τῶν εἰρημένων ἐπληροῦτο ἐπί τε τῆς πρώτης καὶ δευτέρας τοῦ ἱεροῦ κατασκαφῆς, προγνωσθέντα καὶ ἀναφωνηθέντα ἐν τοῖς εἰρημένοις ψαλμοῖς ὑπὸ τοῦ Ἀσάφ· τὰ δὲ δεύτερα, τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου, ἐπληροῦτο κατὰ τοὺς Ἀντιόχου χρόνους τοῦ κληθέντος Ἐπιφανοῦς, ὃς τῆς Συρίας βασιλεύσας ὑπάγεται μὲν τὰ Ἱεροσόλυμα μιαίνει δὲ τὸν ναὸν καὶ καθαιρεῖ τὸ θυσιαστήριον, ἔπειτα τοὺς Ἰουδαίους ἑλληνίζειν ἐπαναγκάζων, πλείστους ὅσους αὐτῶν ἄνδρας τε καὶ γυναῖκας ὑπὲρ τοῦ οἰκείου νόμου καὶ τῆς πατρῴας εὐσεβείας ἀνῄρει, ποικίλαις προαικιζόμενος τιμωρίαις. 10.1.11 εἰς ἐκεῖνον τοιγαροῦν τὸν καιρόν, καὶ εἰς τοὺς μετὰ ταῦτα τῷ Ἀντιόχῳ τὰ ἴσα πράξαντας ἀναφωνεῖ ὁ Ἀσὰφ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου ψαλμοῦ. μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ τῶν καλουμένων Μακκαβαίων γραφή, τοῦτον ἔχουσα τὸν τρόπον· «καὶ προσεπισυνήχθησαν πρὸς Ἰάκειμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητοῦσα δίκαια», 10.1.12 καὶ ἑξῆς