1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

3

ἀνάλαμψιν, καὶ ὡς οἱ τοῦ Χριστοῦ μαθηταὶ τὸν πάντα κόσμον τῆς αὐτοῦ διδασκαλίας ἐμπλήσουσιν, ὅπως τε εἰς πάντας ἀνθρώπους τὸ εὐαγγέλιον αὐτῶν κηρυχθήσεται καινόν τινα καὶ ξενίζοντα τρόπον εὐσεβείας περιέχον, καὶ ὡς ἐκκλησίαι Χριστοῦ δι' αὐτῶν ἐν ὅλοις τοῖς ἔθνεσι συστήσονται, καὶ ὡς ἑνὸς ὁ Χριστιανῶν λαὸς καθ' ὅλης τῆς οἰκουμένης ὀνομασθήσεται, καὶ ὡς αἱ τῶν κατὰ χρόνους ἀρχόντων τε καὶ βασιλέων κατὰ τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐπαναστάσεις οὐδὲν εἰς τὸ καθελεῖν αὐτήν, ὡς ἂν ὑπὸ τοῦ θεοῦ κραταιουμένην, ἰσχύσουσι. 1.1.9 Τοσούτων διὰ τῶν καθ' Ἑβραίους θεολόγων ἀναπεφωνημένων καὶ εἰς δεῦρο πᾶσιν εἰς φανερὸν τὰς ἐκβάσεις ἐπιδεικνυμένων, τίς οὐκ ἂν τὸ ἔνθεον ἀποθαυμάσειε τῶν ἀνδρῶν; τίς δ' οὐχὶ τῆς κατ' αὐτοὺς θεοσεβείας καὶ φιλοσοφίας τὰ μαθήματά τε καὶ τὰ δόγματα κύρια καὶ ἀληθῆ εἶναι ὁμολογήσει, τὴν ἀπόδειξιν παρεχόμενα οὐκ ἐν λέξεσι κεκομψευμέναις, οὐδ' ἐν δεινότητι λόγων ἢ κακοτέχνοις ἀπάταις συλλογισμῶν, ἐν ἁπλῇ δὲ καὶ ἀπανούργῳ διδασκαλίᾳ, ἧς τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς ἀληθείας ἡ τῶν θεσπεσίων αὐτῶν ἐκείνων ἀνδρῶν ἀρετή τε καὶ θεογνωσία παρίστησιν; 1.1.10 οἱ γοῦν τὰ μακροῖς ὕστερον αἰῶσιν εἰς φῶς ἐλθόντα πόρρωθεν μυρίοις ἄνωθεν χρόνοις οὐκ ἀνθρωπίνῳ θείῳ δὲ πνεύματι κατοπτεῦσαι δεδυνημένοι πῶς οὐκ ἄξιοι ἂν εἶεν καὶ περὶ ὧν τοὺς φοιτητὰς ἐξεπαίδευον δογμάτων πιστεύεσθαι; Εὖ μὲν οὖν οἶδα ἀκριβῶς ὅτι πρόχειρον ἅπασι, τοῖς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν ὡς ἂν αὐτὸν ἀληθῶς ὄντα τὸν Χριστὸν τοῦ θεοῦ γνησίως παραδεδεγμένοις, πρῶτον μὲν πείθειν αὐτοὺς δοκεῖν, ὅτι μὴ ἄλλως εἰς αὐτὸν πεπιστεύκασιν ἢ ταῖς περὶ αὐτοῦ προφητικαῖς μαρτυρίαις ἀκολούθως, ἔπειτα τοῦτ' αὐτὸ καὶ πᾶσιν, οἷς ἂν εἰς λόγους καταβαίνοιεν, προβάλλεσθαι· μὴ μὴν ῥᾳδίως τὸ ἐπάγγελμα πιστοῦσθαι ταῖς ἀποδείξεσι δύνασθαι. 1.1.11 ὅθεν ἀναγκαίως ἐπὶ τοῦτ' αὐτὸς παρελθών, σὺν θεῷ βοηθῷ κατὰ τὰ ἐπηγγελμένα τὴν ἐντελῆ πάσης τῆς Εὐαγγελικῆς Ἀποδείξεως πραγματείαν ἐξ αὐτῶν ἐκείνων τῶν παρ' Ἑβραίοις θεολόγων παραστήσασθαι πειράσομαι. Σπουδαιολογεῖται δέ μοι ἡ γραφὴ οὐχ, ὡς ἄν τις φαίη, κατὰ Ἰουδαίων. ἄπαγε, πολλοῦ γε καὶ δεῖ. πρὸς αὐτῶν μὲν οὖν, εἰ εὐ γνωμονοῖεν, τυγχάνει· συνίστησι γὰρ τὰ μὲν Χριστιανῶν διὰ τῆς ἀνέκαθεν προρρήσεως ἐπιμαρτυρίας, τὰ δ' ἐκείνων διὰ τῆς τῶν παρ' αὐτοῖς προφητειῶν ἀποτελεσματικῆς συμπληρώσεως. 1.1.12 ἁρμόσειε δ' ἂν καὶ παισὶν Ἑλλήνων, εἰ εὐγνωμονοῖεν, διὰ τῆς παραδόξου τῶν μελλόντων προγνώσεως τῆς τε τῶν πραγμάτων κατὰ τὰς προρρήσεις ἐκβάσεως, ὁμοῦ μὲν τὸ ἔνθεον καὶ ἀψευδὲς τῆς καθ' ἡμᾶς ἀληθείας ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τὰς τῶν ψευδηγόρων γλώττας ἐπιστομίζουσα διὰ τῆς λογικωτέρας ἀποδείξεως, ἧς οὐδαμῶς ἡμῖν οἱ συκοφάνται μετεῖναι διατείνονται, εὖ μάλα ὁσημέραι ταῖς καθ' ἡμῶν διαβολαῖς κατὰ κράτος ἐπεντριβόμενοι. οὐδὲν γοῦν ἡμᾶς δύνασθαί φασι δι' ἀποδείξεως παρέχειν, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας. 1.1.13 πρὸς οὖν τὴν τοιαύτην διαβολὴν οὐκ ἂν γένοιτο ἡμῖν ἄλογος ἡ παροῦσα πραγματεία, ναὶ μὴν καὶ τῶν ἀθέων αἱρέσεων τὰς κατὰ τῶν θείων προφητῶν ψευδοδοξίας τε καὶ βλασφημίας ἀπελέγξει διὰ τῆς πρὸς τὰ νέα τῶν παλαιῶν συμφωνίας. 1.1.14 τὴν μὲν οὖν μακροτέραν καὶ διεξοδικὴν τῶν προφητικῶν φωνῶν ἑρμηνείαν τὰ νῦν ὁ λόγος ὑπερθήσεται, τοῖς βουλομένοις τὰ τούτων ἐξετάζειν καταλιπών, ὃν οἷοί τ' ἂν εἶεν εἰπεῖν τὸν τρόπον, διδασκάλῳ δὲ χρώμενος παραγγέλματι θείῳ φάσκοντι «κεφαλαίωσον ἐν ὀλίγοις πολλά», τοῦτο ζηλῶσαι φιλοτιμήσεται, αὐτὸ μόνον ἀφορμὰς τῆς εἰς τοὺς τόπους θεωρίας καὶ τῶν εἰς τὸ προκείμενον κατεπειγόντων τὴν εἰς τὸ σαφὲς ἑρμηνείαν παραθησόμενος. 1.1.15 Ἅλις μὲν δὴ προοιμίων· ἤδη δὲ καὶ τῶν ἀποδείξεων ἄρξομαι. ἐπειδὴ πολὺς ἦν ἐπιρρέων καθ' ἡμῶν ὁ τῶν συκοφαντῶν ὄχλος, μηδὲν δύνασθαι φάσκων δι' ἀποδείξεων ἐναργὲς ἀληθείας