1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

56

ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ», «καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί, καὶ ἐπιθήσω ἐπ' αὐτοὺς» καὶ «συνήγαγεν ἑβδομήκοντα ἄνδρας»· 3.2.25 ὡσαύτως δὲ καὶ ὁ σωτὴρ «ἀνέδειξεν» ἑαυτοῦ μαθητὰς «ἑβδομήκοντα, καὶ ἀπέστειλεν ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ». Καὶ πάλιν Μωσῆς δώδεκα ἄνδρας ἐξέπεμψε τὴν γῆν κατασκεψομένους· ὡσαύτως δὲ καὶ πολὺ κρεῖττον ὁ ἡμέτερος σωτὴρ δώδεκα ἀποστόλους ἐξαπέστειλεν ἐπισκέψασθαι «πάντα τὰ ἔθνη». Πάλιν Μωσῆς νομοθετεῖ λέγων· «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις». 3.2.26 ὁ δὲ σωτὴρ ἡμῶν ἐπιτείνων τὸν νόμον οὐ τὸ φονεύειν μόνον, ἀλλὰ καὶ τὸ θυμοῦσθαι ἀπαγορεύει, ἀντὶ τοῦ μὴ μοιχεύειν μηδ' ἐμβλέπειν γυναικὶ μετὰ ἐπιθυμίας ἀκολάστου παραινεῖ, ἀντί τε τοῦ μὴ κλέπτειν τὰ οἰκεῖα τοῖς ἐνδεέσι προΐεσθαι προστάττει, ὑπερβὰς δὲ καὶ τὸ ἐπιορκεῖν τὴν ἀρχὴν μηδὲ ὀμνύναι νομοθετεῖ. 3.2.27 Καὶ τί με δεῖ μηκύνειν τὸν λόγον εἰς ἀπόδειξιν τοῦ τὰ παραπλήσια καὶ ἐγγὺς ἀλλήλων πεποιηκέναι Μωσέα καὶ Ἰησοῦν τὸν σωτῆρα καὶ κύριον ἡμῶν, παρὸν ὅτῳ φίλον ἐπὶ σχολῆς ἀναλέξασθαι ταῦτα; ἐπεὶ καὶ τὸν θάνατον Μωσέως μηδένα φασὶν ἐγνωκέναι, μηδὲ τὴν ταφὴν αὐτοῦ, ὥσπερ οὖν οὐδὲ τοῦ σωτῆρος ἡμῶν τὴν μετὰ τὴν ἀναβίωσιν εἰς τὴν θεότητα μεταβολήν. 3.2.28 Εἰ δὴ οὖν διὰ τῶν τοσούτων οὐδεὶς μὲν ἄλλος μόνος δὲ ὁ σωτὴρ ἡμῶν παρέστη τὰ παραπλήσια Μωσεῖ διαπεπραγμένος, θέα λοιπὸν ἐπὶ μόνον αὐτὸν καὶ οὐδ' ἐφ' ἕτερον ἀναφέρειν χρὴ τὴν παρὰ Μωσεῖ προφητείαν, δι' ἧς ὅμοιον αὐτῷ παραστήσειν ὁ θεὸς ἐθέσπισεν εἰπών· «προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ». 3.2.29 αὐτός τε Μωσῆς πρὸς τὸν λαὸν τὴν τοῦ θεοῦ διερμηνεύων φωνὴν ἔφησεν· «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας». 3.2.30 ὅτι δὲ τῶν μετὰ Μωσέα προφητῶν οὐδεὶς πρὸ τοῦ σωτῆρος ἡμῶν ὅμοιος ἐγήγερται Μωσεῖ, σαφῶς ἡ παλαιὰ γραφὴ διδάσκει λέγουσα· «καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς, ὃν ἔγνω κύριος πρόσωπον πρὸς πρόσωπον ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασι». 3.2.31 ∆έδεικται τοίνυν τὸ ἔνθεον πνεῦμα διὰ Μωσέως περὶ τοῦ σωτῆρος ἡμῶν θεσπίσαν, εἰ δὴ μόνος αὐτὸς καὶ οὐδ' ἄλλος ὅμοιος τῷ Μωσεῖ γεγονὼς ταῖς αὐτοῦ Μωσέως φωναῖς ἀκολούθως συνέστη. σκέψαι δὲ καὶ ἄλλην προφητείαν ἀνάγραπτον. 3.2.32 ἐπειδὴ γὰρ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, ἄνθρωπον κατὰ σάρκα γενόμενον ἐκ σπέρματος Ἰσραήλ, μυρία πλήθη ἐν πᾶσι τοῖς ἔθνεσι κυριολογεῖ, τῆς ἐνθέου δυνάμεως αὐτοῦ χάριν κύριον ὁμολογοῦντα, καὶ τοῦτο πάλιν Μωσῆς συνιδὼν τῷ θείῳ πνεύματι, διὰ τῆς αὐτοῦ γραφῆς τοῦτον ἀνεφώνησε τὸν τρόπον· «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ» λέγει δὲ τοῦ Ἰσραήλ, «καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ». 3.2.33 εἰ δὴ μηδεὶς ἄλλος πώποτε τῶν ἐκ περιτομῆς ἀρχόντων καὶ βασιλέων κύριος ἐθνῶν πολλῶν κατέστη οὐδεμία γὰρ ἱστορία δηλοῖ τοῦτο, βοᾷ δὲ καὶ κέκραγεν ἡ ἀλήθεια ἐπὶ μόνου τοῦ σωτῆρος ἡμῶν, ὅτι δὴ κύριον αὐτόν, καὶ οὐκ αὐτὸ μόνον τοῖς χείλεσι διαθέσει δὲ γνησιωτάτῃ, μυρία πλήθη ἐξ ἁπάντων τῶν ἐθνῶν ὁμολογεῖ, τί δή ποτε ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι φάσκειν τὸν προφητευόμενον; Ὅτι δὲ Μωσῆς ταῦτα οὐκ ἀπεριορίστως προλέγει, οὐδ' εἰς ἄπειρον καὶ ἀπερίμετρον χρόνῳ ἐπισκιάζων τὴν πρόρρησιν, εὖ μάλα δὲ ἀκριβῶς τὴν τῶν προφητευομένων ἔκβασιν χρόνοις ὡρισμένοις περιγράφων, ἄκουε οἷα καὶ περὶ τούτου θεσπίζει· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν»· 3.2.34 δι' ὧν οὐ διαλείψειν ἑξῆς καὶ κατὰ διαδοχὴν ἡγουμένους καὶ ἄρχοντας ἐκ τοῦ Ἰουδαίων