1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

118

θεοῦ φύσιν, μηδέ γε θείου πνεύματος δύναμιν ἐπινενοηκότων, οὐδαμῶς μὲν ἐμφιλοχωροῦσαν ἀψύχοις ἢ ἀλόγοις ζῴοις, ἀλλ' οὐδ' ἐν λογικοῖς ἅπασιν, εἰ μή ποτε ἄρα ἢ μόνων ψυχῶν καὶ ἐναρέτοις ψυχαῖς, οἵους ἡμῖν ἀρτίως ὁ λόγος τοὺς Ἑβραίων ὑπέγραψε προφήτας, οὓς τοῦ θείου πνεύματος φαμὲν ἀξιωθῆναι, μεγάλων ἕνεκεν πραγμάτων οἰκουμένης ἁπάσης ἀνθρώπων βελτιώσει συμβαλλομένων. 5.Prooem.31 εἰ δέ ποτ' αὐτοῖς σκιᾶς δίκην ἐπηκολούθει τὸ καὶ τὰ παρόντα τῶν μέσων καὶ ἀδιαφόρων γνωρίζειν καὶ προλέγειν κατὰ καιρὸν τὰ ἀγνοούμενα τοῖς ἐρωτῶσιν, ἀναγκαίως καὶ τοῦτο τοῖς πάλαι αὐτοῖς πλησιάζουσιν παρεῖχον, ὡς ἂν μὴ δοκοῖεν οἱ λίχνοι περὶ τὰς προγνώσεις εὐλόγως ἀποκλίνειν ἐπὶ τὰ ἔξω τῶν ἀλλοφύλων ἐθνῶν μαντεῖα σπάνει προφητῶν οἰκείων. 5.Prooem.32 Ἀλλὰ ταῦτα μὲν ὧδε τέλος ἐχέτω, τῆς ἐν τοῖς Ἑβραίων προφήταις θείας δυνάμεως ὄντα παραστατικά. ὥρα δὴ οὖν αὐτοῖς, οἷα δὴ ἐνθέοις ἀνδράσιν καὶ σοφοῖς οὐ κατ' ἄνθρωπον γενομένοις κατ' ἐπίπνοιαν δὲ θείου πνεύματος, πείθεσθαι διδάσκουσιν παιδεύεσθαί τε τὰ παρ' αὐτοῖς δόγματα καὶ τὰς εὐσεβεῖς καὶ ἀδιαπτώτους θεολογίας, οὐκέτ' ἀμφιβολίαν ἔχοντα, μή πη ἀρετῆς καὶ ἀληθείας ἀλλότριον ἐπάγωνται. φέρ' οὖν ἤδη λοιπὸν ἀναλαβόντες ἐξ ὑπαρχῆς τὸν λόγον, τὴν ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ θεολογίαν ἀπὸ τῆς προφητικῆς μαρτυρίας πιστωσώμεθα. 5.Prooem.33 ἡ μὲν οὖν εὐαγγελικὴ μαρτυρία ὧδε τὸν Χριστὸν θεολογεῖ· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· καλεῖ δὲ αὐτὸν καὶ φῶς νοερόν, καλεῖ δὲ καὶ κύριον, ὥσπερ οὖν καὶ θεόν. 5.Prooem.34 καὶ ὁ θεσπέσιος δὲ Παῦλος, οἷα τοῦ Χριστοῦ μαθητὴς ὢν καὶ ἀπόστολος, συνᾴδει τῇ θεολογίᾳ, ταῦτα περὶ αὐτοῦ διεξιών· «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι. τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα δι' αὐτοῦ συνέστηκεν». κέκληται καὶ «θεοῦ δύναμις» καὶ «θεοῦ σοφία». αὐτὰ δὴ οὖν ταῦτα πρόκειται καὶ νῦν ἀπὸ τῶν παρὰ Ἑβραίοις προφητικῶν γραφῶν ἐξανθίσασθαι, ὡς ἂν διὰ τῆς ἐν ἑκατέροις τοῖς μέρεσι συμφωνίας ἡ τοῦ ἀληθοῦς ἀπόδειξις παρασταθείη. 5.Prooem.35 Χρὴ δὲ μὴ ἀγνοεῖν ὅτι οἱ μὲν θεῖοι χρησμοί, πολὺ τὸ καὶ πρὸς λέξιν καὶ πρὸς διάνοιαν ὑπερφυὲς τῇ Ἑβραίων φωνῇ περιέχοντες, διαφόρου τῆς ἐπὶ τὸ Ἑλληνικὸν ἑρμηνείας τετυχήκασιν τοῦ δυσθεωρήτου χάριν. ἑβδομήκοντα δ' οὖν ἄνδρες ἀθρόως Ἑβραῖοι συμφώνως αὐτὰς μεταβεβλήκασιν, οἷς μάλιστα τὸν νοῦν προσέξομεν, ὅτι δὴ καὶ τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ τούτοις κεχρῆσθαι φίλον. 5.Prooem.36 εἰ δέ που γίνοιτο χρεία, οὐδὲ τὰς τῶν μετὰ ταῦτα νεωτέρων ἑρμηνευτῶν ἐκ δόσεις, αἷς φίλον εἰσέτι νῦν Ἰουδαίοις χρῆσθαι, παραιτησόμεθα, ὡς ἂν πανταχόθεν τὰ τῆς ἀποδείξεως ἡμῖν βεβαιοτέρας τύχοι παραστάσεως. τούτων ἡμῖν πεπροοιμιασμένων, καὶ τῶν ἐνθέων φωνῶν ἤδη λοιπὸν ἐφαψώμεθα. 5.1.1 Ἀπὸ τῶν Παροιμιῶν. «Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς· δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. 5.1.2 βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἐν ὁδοῖς δικαιοσύνης ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς