1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

121

αὑτὴν ὑφεστῶσα ἀύλως καὶ ἀσωμάτως καὶ τοῦ ἐναντίου παντὸς ἀμιγῶς, ἀλλ' οὐχ οἵα τις πάλιν ἡ παρ' ἡμῖν εἰκών, ἕτερον μὲν ἔχουσα τὸ κατ' οὐσίαν ὑποκείμενον, ἕτερον δὲ τὸ εἶδος, ἀλλ' ὅλον αὐτὸ εἶδος ὥν, καὶ αὐτοουσίᾳ τῷ πατρὶ ἀφομοιούμενος. οὕτω δὲ καὶ ζωτικωτάτη τοῦ πατρὸς εὐωδία τυγχάνει, ἀρρήτως ἡμῖν πάλιν καὶ ἀνεπιλο γίστως, 5.1.22 ἐπεὶ καὶ πάντα, ὅσα ἐστὶν περὶ αὐτὸν ἀληθῆ, ἄρρητα ἂν εἴη ἀνθρώπων φωναῖς καὶ λογισμοῖς θνητῶν ἀνεπιλόγιστα κατὰ τὸν ἀκριβῆ λόγον. ἀλλὰ γὰρ ὡς ἡμῖν ἀκούειν φίλον, τοιῶσδε καὶ τὰ λόγια παιδεύει. 5.1.23 ἢ οὐχὶ καὶ «Χριστοῦ εὐωδίαν» αὐτὸς ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ὁ ἱερὸς ἀπόστολος προσεῖπεν διὰ τὴν τοῦ Χριστοῦ πνεύματος μετοχήν, «μύρον τε ἐκκενωθὲν» ὁ οὐράνιος νυμφίος ἐν τοῖς Ἄισμασιν ἀνηγόρευται; ∆ιὸ τῆς αὐτοῦ ἐκκενώσεως τὰ πάντα ὁρατά τε καὶ ἀόρατα σώματά τε καὶ ἀσώματα λογικά τε καὶ ἄλογα μετασχόντα, ἀναλόγως κατηξίωται ... μετουσίας, καὶ τῆς τοῦ θείου λόγου μετείληφεν κοινωνίας. 5.1.24 ταύτης γε τῆς ἐνθέου πνοῆς τὴν ἀντίληψιν τοῖς τὰς λογικὰς αἰσθήσεις μὴ πεπηρωμένοις ὁ σύμπας ἀποδίδωσι κόσμος, ὡς τὰ τῇ φύσει γεώδη καὶ φθαρτὰ σώματα τῆς ἀύλου καὶ ἀκηράτου εὐωδίας ἀποπνεῖν, πηγάζοντος μὲν ἄνωθεν τοῦ τῶν ὅλων θεοῦ, ὃς τοῦ μονογενοῦς αὐτοῦ λόγου πατὴρ ὢν αὐτὸς ἂν εἴη τὸ πρῶτον καὶ κύριον καὶ μόνον ἀληθῶς ἀγαθόν, ἀγαθοῦ γεννητικόν, δευτερεύοντος δὲ καὶ ὡς ἂν ἀπὸ πρώτης καὶ ἡγουμένης οὐσίας ἐπιχορηγουμένου τοῦ υἱοῦ, ὃς καὶ μόνος τῆς πατρικῆς οὐσίας εὐωδία τις ἡμῖν ἀνείρηται, δουλεύουσι λογίῳ παιδεύοντι περὶ αὐτοῦ, ὅτι δὴ «ἀτμίς ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής, καὶ ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ». 5.1.25 Πλὴν ἀλλὰ ταῦτα, ὅπη ἄν τις καὶ θέλοι, ταύτῃ τιθέσθω· ἡμῖν δὲ ἐξαρκεῖ τὸ ἀληθὲς ἐκεῖνο καὶ εὐσεβὲς αὖθις ἐπαναλαμβάνειν ῥῆμα, δι' οὗ καὶ τὴν λύσιν ἐπιθήσομεν τοῖς ἐζητημένοις, πολλάκις ἤδη ἐπειπόντες· «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται»; ἀνέφικτος γὰρ ὡς ἀληθῶς, καὶ οὐκ ἀνθρώποις μόνον ἀλλὰ καὶ ταῖς πάσης ἐπέκεινα οὐσίας δυνάμεσιν, ἡ τοῦ μονογενοῦς τοῦ θεοῦ τυγχάνει γένεσις, ὥσπερ οὖν καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, τοὺς οἰκείους μαθητὰς αὐτὰ δὴ ταῦτα μυσταγωγῶν, «οὐδεὶς ἔγνω», φησίν, «τὸν πατέρα εἰ μὴ ὁ υἱός», 5.1.26 ᾧ καὶ ἐπιλέγει· «καὶ οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». Ἀγνώστου τοίνυν ὁμοίως τῆς τε περὶ τοῦ πατρὸς καὶ τῆς περὶ τοῦ υἱοῦ θεολογίας τοῖς πᾶσιν πλὴν αὐτοῖς τυγχανούσης, ὡς ἐν ἀπορρήτοις ἐν ταῖς παρατεθείσαις τοῦ Σολομῶνος λέξεσιν τῆς σοφίας ἀκουστέον λεγούσης· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με». 5.1.27 ἔτι δέ φησιν συμπαρεῖναι τῷ πατρὶ τὸν οὐρανὸν κατασκευάζοντι· «ἡνίκα» γοῦν «ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ», καὶ τὸ ἐξ ἀπείρων δὲ αἰώνων ἀίδιον τῆς σὺν πατρὶ διαμονῆς ἐμφαίνει, οἷς ἐπιλέγει· «ἤμην παρ' αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ' ἡμέραν». 5.1.28 ἀβύσσους δὲ καὶ πηγὰς ὑδάτων, ὄρη τε καὶ βουνούς, καὶ ὅσα ἄλλα κατὰ τὸν τόπον κοινοῖς ῥηματίοις ἐπωνόμασται, ἤτοι περὶ τῆς τοῦ κόσμου συστάσεως, ἐκ μέρους τὸ πᾶν δηλοῦντος, ἀκουστέον, ἢ τροπικώτερον ἐκληπτέον, ταῦτα μεταφέροντα τὰ σημαινόμενα ἐπὶ νοητὰς οὐσίας καὶ θείας· δυνάμεις, ὧν πάντων πρωτότοκος σοφία καὶ μονογενὴς καὶ πρωτόγονος τοῦ θεοῦ προϋπέστη λόγος, ὅντινα Χριστὸν ἡμεῖς προσαγορεύομεν, διδασκάλῳ μαθητευόμενοι τῷ ἀποστόλῳ λέγοντι· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία». Κέκληται δὲ ἐνταῦθα τῷ τῆς σοφίας εἰκότως προσρήματι, ὡς τοῦ μόνου σοφοῦ πατρὸς τὰς πανσόφους καὶ ἐπιστημονικὰς τῶν ὅλων θεωρίας τε καὶ δυνάμεις ἐν αὐτῷ καταβεβλημένου, καὶ τῶν γεννητῶν ἁπάντων τὰς φύσεις ὁμοῦ καὶ τὰς οὐσίας πανσόφως τοῖς ἐν αὐτῷ νοήμασιν ὑποστησαμένου, πάντα τε σοφῶς δι' αὐτοῦ δημιουργοῦντος καὶ ἀπευθύνοντος, τά τε ὄντα τά τε ἐσόμενα τά τε προόντα, ὡς