1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

135

αὐτοῦ ἐπὶ ματαίῳ». Κἀνταῦθα αὐτὸς ὁ κύριος περὶ ἑτέρου κυρίου τὰ προκείμενα διδάσκει· εἰπὼν γοῦν «ἐγώ εἰμι κύριος ὁ θεός σου», ἐπιλέγει· «οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου», περὶ τοῦ πατρὸς δηλαδὴ καὶ θεοῦ τῶν ὅλων ὁ δεύτερος κύριος τὸν θεράποντα μυσταγωγῶν. 5.16.3 εὕροις δ' ἂν καὶ ἄλλα μυρία δι' ὅλης τῆς ἱερᾶς γραφῆς παραπλησίως τούτοις ἐξενηνεγμένα, δι' ὧν ὁ θεὸς ὡς περὶ ἑτέρου θεοῦ καὶ αὐτὸς ὁ κύριος ὡς περὶ ἑτέρου κυρίου τοὺς χρησμοὺς ἐποιεῖτο. 5.17.1 Τῆς αὐτῆς. «Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν, καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω. εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας. καὶ εἶπεν Μωυσῆς, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. καὶ εἶπεν, ἐγὼ προπορεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματί μου κύριον ἐναντίον σοῦ καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.» καὶ μεθ' ἕτερα ἐπιφέρει λέγων· «καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου. καὶ παρῆλθεν κύριος ἐν ὀνόματι αὐτοῦ, καὶ ἐκάλεσεν, κύριε κύριε, ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. καὶ σπεύσας Μωυσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν.» 5.17.2 Ὅρα δὴ τίνα τρόπον καὶ νῦν αὐτὸς ὁ κύριος ὁ καταβὰς «ἐκάλεσεν», ἐν νεφέλῃ καὶ τῷ Μωσεῖ παραστάς, «ἐν ὀνόματι κυρίου», ἕτερον παρ' ἑαυτὸν συνήθως κατὰ ἀναδίπλωσιν δὶς κύριον ἐπικαλούμενον, ὡς ἂν καὶ ἑαυτοῦ καὶ τῶν λοιπῶν ἁπάντων δεσπότην θεολογούμενον, τὸν ἑαυτοῦ πατέρα, καὶ ὅτι γε ἐν τούτοις οὐ Μωσῆς, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ γὰρ αὐτὸς ὁ κύριος ἕτερον κύριον τὸν πατέρα καλεῖ. προλαβὼν αὐτὸς ὁ χρηματίζων τῷ Μωσεῖ φησιν· «ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι κυρίου». 5.17.3 τοῦτο γοῦν εἰρηκότος, ἑξῆς ἐπιλέγει ἡ γραφὴ διηγηματικῶς· «καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου». οὐκοῦν αὐτὸς ὁ κύριος τὴν ὑπόσχεσιν τὴν αὐτοῦ πληρώσων κάτεισιν, καὶ ὥσπερ ὁ λόγος φησίν, πρόεισι «πρὸ προσώπου» Μωυσῆ· 5.17.4 καὶ αὐτὸς δὲ ὁ κύριος καλεῖ λέγων· «κύριε ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων», καὶ τὰ ἑξῆς, σαφῶς ὁ κύριος τὸν θεράποντα ἑαυτόν τε ὅστις εἴη καὶ τὴν τοῦ κρείττονος κυρίου γνῶσιν μυσταγωγῶν. τοῦτο δέ σοι παραστήσει, ἔνθα προσευχόμενος ὑπὲρ τοῦ λαοῦ τῶν προκειμένων τοῦ κυρίου μνημονεύει φωνῶν, τὸν κύριον ταῦτ' εἰρηκέναι ἀλλ' οὐκ αὐτόν, ἐν οἷς φησιν· «καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, κύριε, ὃν τρόπον εἶπας λέγων, κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως ἐπὶ τρίτην καὶ τετάρτην γενεάν». 5.17.5 ἐπιτήρει δὲ τίνα τρόπον ἐν τούτοις αὐτὸς ὁ κύριος τὸν πατέρα μακρόθυμον καὶ πολυέλεον ἐπειπών, προστίθησι λέγων αὐτὸν καὶ ἀληθινόν, συμφώνως τῷ «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», ἐν εὐαγγελίοις ὑφ' ἑνὸς καὶ τοῦ αὐτοῦ σωτῆρος ἡμῶν εἰρημένῳ. μόνον γοῦν ἀληθινὸν θεὸν σφόδρα εὐσεβῶς ἀποκαλεῖ τὸν πατέρα, τὸ προσῆκον ἀπονέμων σέβας τῇ ἀγενήτῳ φύσει, ἧς αὐτὸν εἰκόνα εἶναι καὶ γέννημα οἱ θεῖοι λόγοι παιδεύουσιν. 5.18.1 Ἀπὸ τῶν Ἀριθμῶν. Ἐν τοῖς Ἀριθμοῖς ὁ Μωσῆεὐχόμενός φησιν· «ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ' ὀφθαλμοὺς ὀπτάνῃ, σὺ κύριε», ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν· «ὅτι σὺ εἶ κύριος ἐν ἐγκάτῳ τοῦ λαοῦ τούτου, ὃς ὀφθαλμὸν ἐν ὀφθαλμοῖς ὁρᾷ, σὺ κύριε», ὁ δὲ Σύμμαχος· «ὅτι σὺ εἶ κύριε». 5.18.2 καὶ ἐν Ἐξόδῳ εἴρηται· «καὶ ἀνέβη Μωσῆς καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραήλ, καὶ εἶδον τὸν τόπον ὅπου ἕστηκεν ὁ θεὸς Ἰσραήλ», ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· «καὶ εἶδον», φησί, «τὸν θεὸν Ἰσραήλ», ὁ δὲ Σύμμαχος· «καὶ εἶδον ὁράματι τὸν θεὸν Ἰσραήλ». 5.18.3 ∆ιὰ τὸ