1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

127

προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ.» 5.4.4 Ταῦτα μὲν ἡ προφητεία. οὐχ ἡγοῦμαι δὲ ἀντωπήσειν δύνασθαί τινα, κἂν σφόδρα ᾖ ἀγνώμων, τῷ προδήλῳ καὶ σαφεῖ τῆς λέξεως, ἐναργῶς οὕτως εἰσαγούσης θεὸν τοῦ Ἰσραὴλ σωτῆρα καὶ ἕτερον ἐν αὐτῷ θεόν. «προσκυνήσουσί σοι», φησίν, «οἱ δίκαιοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ ὁ θεός, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ.» 5.4.5 τὸ δὲ «οὐκ ᾔδειμεν» ἐκ προσώπου τῶν πρὶν αὐτὸν μὴ ἐπεγνωκότων, παρὰ μόνοις τοῖς ἑβδομήκοντα εἰρημένον, ἑτέρως εἶχεν τὸ Ἑβραϊκόν, ὃ μεταλαβὼν ὁ μὲν Ἀκύλας φησίν· «θεὸς ἄρα ἰσχυρὸς ἀποκρυπτόμενος, θεὸς Ἰσραὴλ σῴζων», 5.4.6 ὁ δὲ Θεοδοτίων· «διὰ τοῦτο ἰσχυρὸς κρυφαῖος θεὸς σῴζων». σφόδρα θαυμαστῶς κρυφαῖον θεὸν τὸν Χριστὸν ὀνομάζει, καὶ τὴν αἰτίαν δέ, δι' ἣν θεὸν αὐτὸν μόνον ὡς ἐν γενητοῖς μετὰ τὸ πρῶτον καὶ ἀγένητον ἀποκαλεῖ, σαφῶς ἐκδιδάσκει, τὴν τοῦ πατρὸς ἐν αὐτῷ κατοίκησιν. ἐν τούτῳ γάρ, κατὰ τὸν θεῖον ἀπόστολον, «εὐδόκησεν πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι». 5.4.7 τοῦτο δηλοῖ φάσκουσα ἡ λέξις· «ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ». ἀντὶ δὲ τοῦ «πλὴν σοῦ» «πλὴν αὐτοῦ» ὁ Θεοδοτίων πεποίηκεν, ἵν' ᾖ «οὐκ ἔστιν θεὸς πλὴν αὐτοῦ», δηλαδὴ τοῦ ἐν σοὶ θεοῦ, δι' ὃν καὶ σὺ τυγχάνεις ὢν θεός, κατὰ δὲ τὸν Ἀκύλαν οὕτως ἔχει· «πλὴν ἐν σοὶ ἰσχυρός, καὶ οὐκ ἔστιν ἔτι παρὰ σοί, θεὸς ἄρα ἰσχυρὸς καὶ ἀποκρυπτόμενος. θεὸς σῴζων», κατὰ δὲ τὸν Σύμμαχον· «μόνον ἐν σοὶ θεός, καὶ οὐκ ἔστιν ἔτι οὐδ' ὑπάρχει θεός, ὄντως σὺ θεὸς κρυφαῖος, θεὸς Ἰσραὴλ σῴζων». 5.4.8 δι' ὧν τὸ αἴτιον τοῦ εἶναι θεὸν τὸν Χριστὸν τοῦ θεοῦ σαφῶς ὁ λόγος παρέστησεν. 5.4.9 ἐπεὶ γὰρ ἐν σοί, φησίν, ἐστὶν θεός, διὰ τοῦτο σὺ θεὸς ἰσχυρὸς καὶ κρυφαῖος. οὐκοῦν διὰ τούτων ὁ μὲν ἀληθὴς καὶ μόνος θεὸς εἷς ἂν εἴη, μόνος κυρίως τυγχάνων τῆς προσηγορίας· ὁ δὲ δεύτερος μετουσίᾳ τοῦ ἀληθοῦς τῆς κοινωνίας ἠξίωται, οὔτε ὢν καθ' ἑαυτόν, οὔτε ὑφεστὼς δίχα τοῦ θεοποιοῦντος αὐτὸν πατρός, οὔτ' ἄνευ τοῦ πατρὸς θεολογούμενος, ἀλλ' ὅλον αὐτὸ τοῦτο ὤν τε καὶ ζῶν καὶ ὑφεστὼς διὰ τὸν ἐν αὐτῷ πατέρα, συνών τε τῷ πατρὶ καὶ ἐξ αὐτοῦ καὶ δι' αὐτὸν θεοποιούμενος, τό τε εἶναι ὁμοῦ καὶ τὸ θεὸς εἶναι οὐκ ἐξ ἑαυτοῦ παρὰ δὲ τοῦ πατρὸς ἐσχηκώς. 5.4.10 διὸ δὴ μετὰ τὸν πατέρα τιμᾶν καὶ αὐτὸν ὡς θεὸν ἐδιδάχθημεν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα θεόν, ὥσπερ οὖν αἱ μετὰ χεῖρας περιέχουσι προφητεῖαι. ὡς γὰρ ἂν τιμηθείη βασιλέως εἰκὼν διὰ τὸν οὗ τοὺς χαρακτῆρας καὶ τὴν ὁμοίωσιν φέρει τιμωμένης δὲ τῆς εἰκόνος καὶ τοῦ βασιλέως αὐτοῦ, εἷς ἂν εἴη ὁ τιμώμενος καὶ οὐ δύο· οὐ γὰρ δύο βασιλεῖς, ὅ τε πρῶτος καὶ ἀληθὴς καὶ ὁ ἐπὶ τῆς εἰκόνος τετυπωμένος, εἷς δ' ὁ κατ' ἀμφοτέρων, οὐ μόνον νοούμενος, ἀλλὰ καὶ ὀνομαζόμενος καὶ τιμώμενος, οὕτω δῆτα καὶ ὁ μονογενὴς υἱός, εἰκὼν ὢν μόνος τοῦ θεοῦ τοῦ ἀοράτου, εἰκότως διὰ τὸν οὗ φέρει ὁμοίωσιν «εἰκών» τε ἀνηγόρευται «τοῦ ἀοράτου θεοῦ» θεοποιεῖταί τε πρὸς αὐτοῦ τοῦ πατρός, οὕτω πεφυκὼς τὴν οὐσίαν, αὐτόθεν τε ἀπὸ πρώτης ὑπάρξεως φυσικὴν ἀλλ' οὐκ ἐπίκτητον τὴν εἰκόνα τοῦ πατρὸς ἐπαγόμενος. 5.4.11 διὸ καὶ φύσει θεὸς ὁμοῦ καὶ μονογενὴς υἱὸς ὢν τυγχάνει, οὐχὶ δὲ ὁμοίως τοῖς ἔξωθεν εἰσποιούμενος, ἐπισυμβεβηκός γε τὸ ἀξίωμα τῆς τοῦ θεοῦ προσηγορίας ἐπέχουσιν. πλὴν εἰ καὶ φύσει μονογενὴς υἱὸς καὶ θεὸς ἡμῶν ἀνευφημεῖται, ἀλλ' οὐχ ὁ πρῶτος θεός, πρῶτος δὲ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ διὰ τοῦτο θεός. 5.4.12 καὶ ὅλον γε τοῦτο αἴτιον ἂν εἴη τοῦ καὶ αὐτὸν εἶναι θεόν, τὸ μόνον εἶναι φύσει τοῦ θεοῦ υἱὸν καὶ μονογενῆ χρηματίζειν, καὶ τὸ δι' ὅλου σῴζειν τοῦ μόνου θεοῦ τὴν ἔμψυχον καὶ ζῶσαν νοερὰν εἰκόνα, κατὰ πάντα τῷ πατρὶ παρωμοιωμένην, καὶ τῆς θεότητός τε αὐτῆς τὴν ὁμοίωσιν ἐπιφερομένην. 5.4.13 ταύτῃ τοιγαροῦν καὶ αὐτὸν ὡς ἂν μόνον υἱὸν καὶ μόνον εἰκόνα ὄντα τοῦ θεοῦ καὶ