1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

100

καὶ μόνον ἀρχιερέα τοῦ θεοῦ θεῖοι λόγοι παιδεύουσιν. 4.15.17 Πρῶτός γέ τοι αὐτὸς ὁ Μωσῆς, ἐν ἀπορρήτοις τὰ θεῖα ἐποπτεῦσαι ἠξιωμένος καὶ τὰς περὶ τοῦ πρώτου καὶ μόνου ἠλειμμένου καὶ ἀρχιερέως τοῦ θεοῦ τελετάς, ἐν ταῖς αὐτοῦ θεοφανείαις πρὸς αὐτοῦ τετελεσμένας, εἰκόνας προστάττεται ἐπὶ γῆς καὶ σύμβολα καταστήσασθαι τῶν ἐν ταῖς θεοπτείαις νενοημένων, ὡς ἂν ἔχοιεν προεμμελετᾶν τοῖς συμβόλοις οἱ τῶνδ' ἠξιωμένοι μέχρι τῆς τῶν ἀληθῶν ἐποπτείας. 4.15.18 οὕτω δῆτα ἀφορισάμενος τέως τὸν ἐξ ἀνθρώπων ἐπὶ γῆς τῷ θεῷ ἱερατεύεσθαι ἐπιτήδειον ἄνδρα, πρῶτος τοῦτον χριστὸν ἐπωνόμασεν κατ' ἀναφορὰν τῆς ἐν τοῖς νοητοῖς θεωρίας, καὶ τοῦτον διά τινος ἀλοιφῆς εὐώδους κρείττονα τῶν λοιπῶν ἀνθρώπων ἀποφήνας, ἄντικρυς καὶ διαρρήδην ἀνεκήρυξεν, ὅτι δὴ καθ' ἑαυτὴν ἡ τοῦ γεννητοῦ φύσις ἅπασα, καὶ πολὺ πλέον ἡ ἀνθρωπεία, τῆς ἀγενήτου δυνάμεως ἀπολειπομένη, δεῖται τῆς ἀπὸ τοῦ κρείττονος εὐωδίας. 4.15.19 ἀλλὰ τοῦ μὲν ἀνωτάτου καὶ πρώτου οὔ τινι θεμιτὸν ἐφικέσθαι· ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ καὶ πρωτοτόκῳ τοῦτ' ἀνέκειτο τὸ γέρας· τοῖς δὲ μετ' αὐτὸν οὐκ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ δευτέρου μετουσίας τῶν ἀγαθῶν οἷόν τε ἦν ἐπαύρασθαι· πνεύματος ἄρα ἐνθέου τὸ παρὰ Μωσεῖ σύμβολον ἦν. 4.15.20 «διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δ' αὐτὸ πνεῦμα», οὗ μάλιστα χρῆν μετέχειν φιλοτιμεῖσθαι ἱερέας καὶ προφήτας καὶ βασιλέας ᾤετο δεῖν, ὡς ἂν οὐχ ὑπὲρ ἑαυτῶν μόνον ἀλλὰ καὶ παντὸς τοῦ ἔθνους τῷ θεῷ καθωσιωμένους. 4.15.21 Ὅτι δὲ δὴ θειοτέρων ἦν τὰ παρὰ Μωσεῖ σύμβολα, καὶ ὡς δυνατὸν ἦν καὶ ἄνευ γεώδους μύρου τοὺς τῷ θείῳ πνεύματι κατόχους χριστοὺς ὀνομάζεσθαι, φέρε τι μᾶλλον ἀκριβέστερον διασκεψώμεθα. 4.15.22 ∆αβὶδ ἐν ρδʹ ψαλμῷ τὰς περὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ ἀναλαβὼν ἱστορίας, αὐτοὺς δὴ ἐκείνους τοὺς θεοφιλεῖς προπάτορας καὶ πρὸ τῶν Μωσέως χρόνων γενομένους χριστοὺς ἀποκαλεῖ, οὐ δι' ἄλλο ἢ διὰ τὴν τοῦ θείου πνεύματος οὗ μετεῖχον ἐπιρροήν. 4.15.23 ἱστορήσας γοῦν ὅπως ἐπεξενώθησαν τοῖς ἀλλοφύλοις, καὶ ὡς ἐπιβουλευθέντες σωτῆρος ἔτυχον τοῦ θεοῦ, κατὰ τὰ παρὰ Μωσεῖ δηλούμενα, προφήτας αὐτοὺς ὁμοῦ καὶ χριστοὺς ὀνομάζει, οὔπω τότε Μωσέως ἐν ἀνθρώποις ὄντος οὐδὲ τοῦ κατ' αὐτὸν σκευαστοῦ μύρου νενομοθετημένου. ἄκουε δὲ οἷά φησιν ὁ ψαλμός· «μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, οἱ υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. 4.15.24 αὐτὸς κύριος ὁ θεὸς ἡμῶν· ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, ὃν διέθετο τῷ Ἀβραάμ, καὶ τῷ ὅρκῳ αὐτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων, σοὶ δώσω τὴν γῆν Χαναάν, σχοίνισμα κληρονομίας ὑμῶν». «καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.» 4.15.25 ταῦτα μὲν ὁ ∆αβίδ. ὁ δὲ Μωσῆς καὶ οἵους βασιλεῖς «ἤλεγξεν» ἱστορεῖ λέγων· «καὶ ἤτασεν κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρρας τῆς γυναικὸς Ἀβραάμ». 4.15.26 καὶ πάλιν περὶ τοῦ βασιλέως Γεράρων γράφει· «καὶ ἦλθεν ὁ θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες»· αὕτη δὲ ἦν ἡ τοῦ Ἀβραάμ. 4.15.27 περὶ οὗ ἑξῆς προϊών φησιν· «νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστίν, καὶ προσεύξεται περὶ σοῦ». 4.15.28 ὁρᾷς ὅπως διὰ τούτων τοὺς πάλαι θεοφιλεῖς καὶ προφήτας χριστοὺς ὁ ∆αβὶδ μᾶλλον δὲ τὸ θεῖον δι' αὐτοῦ προσεῖπεν πνεῦμα, οὐ τῷ γεώδει μύρῳ κεχρισμένους. πῶς γάρ, Μωσέως ὑστέροις χρόνοις οὕτω διαταξαμένου; Ἄκουε δὲ καὶ Ἡσαΐου οὕτω σαφέστατα περὶ τοῦ Χριστοῦ θεσπίζοντος, ὡς ἀποσταλησομένου ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις λυτρωτοῦ καὶ σωτῆρος, ἥξοντός τε «κηρῦξαι» τοῖς τὰς ψυχὰς