1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

91

τῶν ἐπὶ γῆς τὰς ἐν ἀνθρώποις θεοφιλεῖς ψυχὰς ἀφωρίσατο, Ἰακὼβ καὶ Ἰσραὴλ Ἑβραίων προσηγορίαις ἐπικαλουμένας. 4.7.1 Τοῦτο μυστηρίων τὸ μέγιστον πρῶτος θεολόγων Μωσῆς ἐν ἀπορρήτοις Ἑβραίους τοὺς πάλαι ἐμυσταγώγει λέγων· «ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι. ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατ' ἀριθμὸν ἀγγέλων θεοῦ. καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». 4.7.2 ∆ιὰ τούτων γοῦν ὕψιστον μὲν τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσιν θεὸν τῶν ὅλων ὀνομάζει, κύριον δὲ τὸν τούτου λόγον, τὸν δὴ καὶ δευτέρως ἡμῖν μετὰ τὸν τῶν ὅλων θεὸν κυριολογούμενον. ἀλλὰ γὰρ τοῖς μὲν τῶν ἐθνῶν ἀοράτοις προστάταις, αὐτοῖς δὴ τοῖς ἀγγέλοις, τὰ ἔθνη πάντα καὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, υἱοὺς Ἀδὰμ ἐπικα λουμένους, κρίσει τοῦ ὑψίστου θεοῦ καὶ λόγοις ἀρρήτοις ἡμῖν φησιν διανεμηθῆναι· τῷ δὲ πάντων ἐξοχωτάτῳ ἡγεμόνι τε καὶ βασιλεῖ τῶν ὅλων, αὐτῷ δὴ τῷ Χριστῷ, ὡς ἂν μονογενεῖ υἱῷ, τῶν ἐν ἀνθρώποις τὸν Ἰακὼβ καὶ Ἰσραήλ, τουτέστιν πᾶν τὸ διορατικὸν καὶ θεοσεβὲς παραδοθῆναι γένος. 4.7.3 ὁ μὲν γὰρ ἀσκητὴς ἀρετῆς, ἀγῶνα προβεβλημένος, εἰσέτι τε ἀθλῶν καὶ παλαίων ἐν τοῖς κατ' εὐσέβειαν γυμνασίοις, Ἑβραίων προσηγορίᾳ κέκληται Ἰακώβ· ὁ δὲ ἤδη νίκης καὶ τῶν παρὰ θεῷ βραβείων ἠξιωμένος Ἰσραὴλ ἀναγορεύεται, οἷος αὐτὸς ἦν ἐκεῖνος ὁ βοώμενος τοῦ παντὸς Ἑβραίων ἔθνους προπάτωρ, οἵ τε τούτου γνήσιοι παῖδες, ἀπόγονοί τε τούτων καὶ προπάτορες, προφῆται πάντες καὶ θεοφιλεῖς ἄνδρες· μὴ γάρ μοι τὸ Ἰουδαίων πλῆθος ταύτῃ νόμιζε δηλοῦσθαι, μόνους δὲ τοὺς πάλαι πρότερον ἀρετῇ καὶ εὐσεβείᾳ τετελειωμένους. 4.7.4 τούτους δὴ οὖν παραλαβὼν ὁ καθηγεμὼν καὶ προστά4.7.4 της ἁπάντων τοῦ θεοῦ λόγος ἐπὶ τὴν μόνου τοῦ πατρός, αὐτοῦ δὴ τοῦ ὑψίστου, θρησκείαν ἀνεκαλεῖτο, τῶν ὁρωμένων ἁπάντων ἀνωτάτω ἐπέκεινά τε οὐρανοῦ καὶ πάσης γενητῆς οὐσίας τοὺς ὑπηκόους ἠρέμα καὶ πράως ἀνακαλούμενος, μόνον τε αὐτοῖς τὸν ἀγένητον καὶ τῶν ὅλων ποιητὴν θεὸν τὸν ὕψιστον παραδιδοὺς εὐσεβεῖν. 4.8.1 Οἱ δέ γε τῶν ἄλλων ἐθνῶν ἐπιστάται, ἄγγελοι καὶ ποιμένες, τοὺς μὴ οἵους τε νῷ τὸν ἀόρατον ἐποπτεύειν, μηδ' ἀναβαίνειν τοσοῦτον δι' οἰκείαν ἀσθένειαν, τοῖς ὁρωμένοις κατ' οὐρανὸν προσέχειν ἠξίουν, ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, 4.8.2 ἃ δὴ καὶ ἐν τῇ φαινομένῃ τῶν ὅλων φύσει διαπρέποντα, ἄνω καὶ ὅτι μάλιστα ἐγγυτάτω, ὡς ἂν ἐν προθύροις, τοῦ παμβασιλέως, τὰς τῶν ὁρώντων ὄψεις ἀνεκαλεῖτο, ἐκ μεγέθους καὶ καλλονῆς τῶν ὁρωμένων κτισμάτων ἀναλόγως τοῦ πάντων γενεσιουργοῦ τὴν θεωρίαν ἐμφανίζοντα. «τὰ γὰρ ἀόρατα αὐτοῦ», ᾗ φησιν ὁ θεῖος ἀπόστολος, «ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης». 4.8.3 καὶ τοῦτο δὲ πάλιν ὁ μέγας Μωσῆς μυσταγωγεῖ. τὸν γάρτοι τοῦ κυρίου κλῆρον νῷ διαυγεῖ καὶ ψυχῇ κεκαθαρμένῃ τῶν νοητῶν καὶ ἀσωμάτων ὀριγνᾶσθαι προτρέπων, εἴργει τῆς τῶν ὁρωμένων κατ' οὐρανὸν ἐκπλήξεως, ἐπιλέγων· ὅτι δὴ ταῦτα «ἀπένειμεν κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσιν». διὰ τί δ' ἀπονενεμῆσθαι ἔφησεν, συνιδεῖν ἀναγκαῖον. 4.8.4 πολυπλανοῦς ὑπαρχούσης τῆς ἀοράτως ἡμῖν ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτωμένης χθονίου καὶ δαιμονικῆς οὐσίας ἀγνώστου τε καὶ ἀδιακρίτου ἀνθρώποις, τῆς τῶν ἀγαθῶν πνευμάτων καὶ δυνάμεων καὶ αὐτῶν δὴ τῶν θείων ἀγγέλων πρὸς τὰ χείρω διαφόρου, καθεστώσης, οὐκ ἄλλως εὖ εἶχεν τοῖς τῆς ἀνωτάτω τοῦ παμβασιλέως εὐσεβείας ἀποπίπτουσιν ἢ τῶν ὁρωμένων κατ' οὐρανὸν τὰ κράτιστα αἱρεῖσθαι. 4.8.5 δέος γὰρ οὐ τὸ τυχὸν ἦν, μήποτε θεὸν ζητοῦντες, καὶ τὰ ἀόρατα πολυπραγμονοῦντες, ἀπορίᾳ τῶν ἀφανῶν καὶ ἀδήλων εἰς ἐναντίας δυνάμεις καὶ δαιμονικὰς περιτραπεῖεν. τῶν ὁρωμένων οὖν τὰ πάντα διαπρεπῆ τοῦ θεοῦ δημιουργήματα τοῖς μὴ τοῦ κρείττονος ἐφιεμένοις παραδέδοται, ἁμωσγέπως ἐνθένδε τῆς τοῦ ἀοράτου θεωρίας, ὡς ἂν διά τινος ἐσόπτρου,