1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

168

νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησεν περὶ αὐτοῦ». 7.1.18 ἀναμφιλόγως οὖν ἐπὶ τὸν Χριστὸν ἀνήνεγκεν τὴν ἐν τῷ Ἡσαΐᾳ θεοφάνειαν ὁ εὐαγγελιστὴς καὶ ἐπὶ τὸν Ἰουδαίων λαόν, οὐ παραδεδεγμένον τὸν ἑωραμένον τῷ προφήτῃ κύριον κατὰ τὴν περὶ αὐτοῦ πρόρρησιν. τῷ γοῦν προφήτῃ ἑωρακότι «τὸν κύριον Σαβαώθ» φησιν ὁ χρησμὸς εἰπεῖν τῷ Ἰουδαίων ἔθνει, ὅτι δὴ καὶ αὐτοὶ ὄψονταί ποτε τὸν αὐτόν, ἀλλ' οὐ συνήσουσιν ὅστις εἴη, καὶ ἀκούσονται αὐτοῦ λέγοντος ἐν αὐτοῖς καὶ διδάσκοντος, ἀλλ' οὐ νοήσουσιν, διὰ τὸ πεπωρῶσθαι αὐτῶν τὴν καρδίαν. 7.1.19 ταῦτ' οὖν ὁ Ἡσαΐας δι' ὧν παρεθέμεθα λέξεων θεσπίσας, ἐν ἱστορίας ἀφηγήσει πολεμίων ἔφοδον κατὰ τοῦ Ἄχαζ, ὃς ἐπεῖχεν τότε τὰ τῆς βασιλείας τοῦ Ἰουδαίων λαοῦ, ὑπογράφει, καὶ τὴν τῶν μὲν αἰσθητῶν πολεμίων καθαίρεσιν αὐτίκα καὶ οὐκ εἰς μακρὸν γενήσεσθαι σημαίνει· ὧν δὲ σύμβολα ἔφερεν νοητῶν καὶ ἀοράτων ἐχθρῶν, δαιμόνων τινῶν καὶ ἀφανῶν δυνάμεων περὶ ὧν ἀρχόμενοι τῆς ὅλης πραγματείας διεληλύθαμεν, ὡς οὐ μόνον τὸ Ἰουδαίων ἔθνος ἀλλὰ καὶ πᾶν τὸ ἀνθρώπειον γένος ἐπὶ πᾶν εἶδος κακίας καὶ ἐπ' αὐτήν γε τὴν ἄθεον εἰδωλολατρίαν καταβεβληκότων, οὐκ ἄλλως τὴν ἧτταν ἔσεσθαι δηλοῖ ἢ διὰ μόνης τῆς θεσπιζομένης εἰς ἀνθρώπους ἐπιδημίας τοῦ θεοῦ λόγου, ἐξ ἀπειρογάμου παρθένου σκεῦος ἀνθρώπειον ἀναληψομένου. τίς δὲ αὐτῷ ἡ τούτου χρεία ἦν, καιρὸς ἂν εἴη διαλαβεῖν. 7.1. Ἐπειδὴ δι' ἀνθρώπου θάνατος «εἰσῆλθεν εἰς τὸν κόσμον», φησὶν ὁ ἀπόστολος, χρῆν δήπου διὰ τοῦ αὐτοῦ ἀνθρώπου τὴν κατὰ τοῦ θανάτου βραβευθῆναι νίκην, καὶ τὸ σῶμα τοῦ θανάτου σῶμα ζωῆς ἀναδειχθῆναι, καὶ τῆς ἁμαρτίας τὴν βασιλείαν ἐν τῷ θνητῷ σώματι τὸ πρὶν ἐνεργοῦσαν καταλυθῆναι, μηκέτι ἁμαρτίας αὐτοῦ ἀλλὰ δικαιοσύνης κρατούσης. 7.1.21 καὶ ἐπειδὴ διὰ τῶν τῆς σαρκὸς ἁμαρτημάτων πάλαι πρότερον ἡ πτῶσις ἐγίνετο πᾶσιν ἀνθρώποις, εἰκότως πάλιν δι' ἀναμαρτήτου καὶ πάσης ἀχράντου κακίας τὰ κατὰ τῶν ἐχθρῶν ἀνηγείρετο τρόπαια. 7.1.22 τίνων δὲ ἐχθρῶν ἢ τῶν πάλαι διὰ τῶν τῆς σαρκὸς ἡδονῶν καταπαλαιόντων τὸ ἀνθρώπειον γένος; καὶ ἄλλως δὲ ἐχρῆν ἀνθρώποις θεοῦ λόγον ὁμιλεῖν μέλλοντα καὶ σαρκὸς ἀκοαῖς τὰ τῆς εὐσεβείας μαθήματα παραδώσοντα, τεραστείας τε καὶ παραδοξοποιίας ἀνθρώπων ὀφθαλμοῖς θεοῦ τε δύναμιν ἐναργῆ παραστήσοντα, μὴ ἄλλως ἢ διὰ τοῦ συνήθους ἡμῖν ὀργάνου τοῦτο πρᾶξαι, ὅτι οὐδὲ πλέον οὐδὲν σωμάτων ὁρᾶν ἀνθρώπων δυνατὸν ἦν ὀφθαλ μοῖς οὐδ' ἀκούειν ἀκοὴν πλέον τι τοῦ διὰ γλώττης προφερομένου ἤχου. 7.1.23 ἵν' οὖν καὶ διὰ σωμάτων αἰσθήσεως τῆς τῶν νοητῶν καὶ ἀσωμάτων ἐννοίας ἐπιλαβώμεθα, τὸν ἡμῖν συγγενῆ καὶ γνώριμον αὐτὸς ὁ θεὸς λόγος ἄνθρωπον ἀνελάμβανε, καὶ πάντα γε δι' αὐτοῦ τὰ σωτήρια τοῖς αὐτηκόοις καὶ αὐτόπταις τῶν ἐνθέων αὐτοῦ λόγων τε καὶ ἔργων προεβάλλετο. 7.1.24 καὶ ταῦτ' ἔπραττεν, ταῖς τοῦ σώματος ἀνάγκαις ὁμοίως ἡμῖν οὐδαμῶς καταδεσμούμενος, οὐδέ τι χεῖρον ἢ μεῖζον αὐτὸς ἑαυτοῦ τῆς θεότητος ὑπομένων, οὐδ' οὕτως οἷα ἀνθρώπου ψυχὴ τῷ σώματι πεδούμενος, ὡς μὴ ἐνεργεῖν δύνασθαι τὰ θεῖα μηδὲ πανταχῆ παρεῖναι, θεοῦ λόγον ὄντα καὶ τὰ πάντα πληροῦντα καὶ διὰ πάντων ἥκοντα· ἀλλ' οὐδὲ ῥύπον ἢ φθορὰν ἢ μίασμα ἐξ ἧς ἀνείληφεν σαρκὸς ἐπενηνεγμένος, ὅτι δὴ ἀσώματος ὢν τὴν φύσιν καὶ ἄυλος καὶ ἄσαρκος, οἷα θεοῦ λόγος, ἐνθέῳ δυνάμει καὶ λόγοις ἡμῖν ἀρρήτοις πᾶσαν ὑπῄει τὴν οἰκονομίαν, τῶν οἰκείων μεταδιδοὺς ἀλλ' οὐκ ἀντεπαγόμενος τῶν ἀλλοτρίων. 7.1.25 οὔκουν τι φοβεῖσθαι χρὴ τὴν ἔνσαρκον οἰκονομίαν, ἐπεὶ μὴ ἐμολύνετο ὁ ἀμόλυντος μηδὲ ἐκ τῆς σαρκὸς ὁ ἀμίαντος ἐμιαίνετο μηδὲ συνεφθείρετο τῇ τοῦ σώματος οἰκείᾳ φύσει ὁ ἀπαθὴς τοῦ θεοῦ λόγος, ἐπεὶ μηδὲ ἡλίου πάθοιεν ἄν τι ἀκτῖνες, νεκρῶν καὶ παντοίων σωμάτων ἐπαφώμεναι. τῷ δὲ θείῳ λόγῳ τοὔμπαλιν τὸ φθαρτὸν μετεσκευάζετο, καὶ ἅγιόν τε καὶ ἀθάνατον, ἅτε καὶ ἦν αὐτῷ βουλητόν, ἀπετελεῖτο, ναὶ μὴν καὶ ταῖς ἐνθέοις τοῦ πνεύματος