1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

192

ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς. 7.3.29 καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ. καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ παρδαλὶς συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ λέων ἅμα βοσκηθήσονται. καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.» 7.3.30 Ὁ δηλούμενος ἐνταῦθα Ἰεσσαὶ πατὴρ ἦν τοῦ ∆αβίδ. ὥσπερ οὖν ἐν ταῖς πρὸ ταύτης προφητείαις ἐκ καρποῦ καὶ σπέρματος ∆αβὶδ προελεύσεσθαι ἐλέγετο, καὶ πάλιν ἐκ σπέρματος Σολομών, τὸν αὐτὸν τρόπον κἀνταῦθα, πλείστοις ὕστερον τῆς τοῦ ∆αβὶδ οὐ μόνον ἀλλὰ καὶ τῆς τοῦ Σολομῶνος τελευτῆς ἔτεσιν, ἐκ ῥίζης Ἰεσσαὶ δῆλον δ' ὅτι καὶ ἐκ τῆς τοῦ ∆αβὶδ προελεύσεσθαί τις θεσπίζεται. 7.3.31 λύσει δὲ ὁ παρὼν λόγος τὴν ἐν τοῖς πρόσθεν νομιζομένην παρὰ Ἰουδαίοις περὶ τοῦ Σολομῶνος ἀμφιβολίαν. μετὰ πλεῖστον γοῦν τῆς τοῦ Σολομῶνος τελευτῆς χρόνον ταῦτα Ἡσαΐας περί τινος ἑτέρου προφητεύει μέλλοντος ἐκ ῥίζης Ἰεσσαὶ καὶ ἐκ σπέρματος ∆αβὶδ ἀναφανήσεσθαι. 7.3.32 ὅτι δὲ οὐδ' ἐφ' ἕτερον ἢ ἐπὶ τὸν ἡμέτερον σωτῆρα τὸν Χριστὸν τοῦ θεοῦ ἀνάγεται τὰ δηλούμενα, ἐκ ῥίζης γενόμενον ∆αβίδ τε καὶ Ἰεσσαί, οὐκ οἶμαί τινα ἀμφιβάλλειν, ἐπιστήσαντα τῇ τε ἐπαγγελίᾳ τῆς προρρήσεως, φασκούσῃ «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν», καὶ τοῖς ἐπὶ τοῦ σωτῆρος ἡμῶν δεικνυμένοις ἀποτελέσμασιν. 7.3.33 μόνος γοῦν οὗτος μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, δι' ἣν καὶ οἶμαι αὐτὸν «ἀνιστάμενον» ἐπικεκλῆσθαι, οὐ τοῦ Ἰουδαίων λαοῦ ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἦρξεν, ὡς μὴ δεδεῆσθαι τὸ λόγιον ἑρμηνείας, σαφῶς προδήλου καθεστῶτος, ὅπως εἰς αὐτὸν τέλος εἴληφεν μετὰ τῶν ἄλλων καὶ τὸ «ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν». 7.3.34 τὰ δ' ὡς περὶ ζῴων καὶ θηρίων, ἡμερουμένων καὶ τὸ ἄγριον ἦθος καὶ ἀτίθασον ἀποθησομένων ἐπὶ τῇ τοῦ προφητευομένου ἐπιδημίᾳ, λεγόμενα ἀλληγοροῖντ' ἂν ἐπὶ τρόπους ἀπηνεῖς καὶ ἀγρίους καὶ ἤθη ἀνδρῶν θηριώδη, διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς ἀλογίας καὶ θηριωδίας μεταθησόμενα. 7.3.35 ἀλληγοροῖντο δ' ἂν ταῦτα σαφῶς οὕτως, ὥς τις ἂν καὶ τὴν δηλουμένην διὰ τῆς προφητείας «ῥίζαν Ἰεσσαὶ» καὶ «τὴν ῥάβδον» καὶ «τὸ ἄνθος» τροπολογῶν ἑρμηνεύσειεν, καὶ ὡς ἂν ἐπινοηθείη «δικαιοσύνῃ» μὲν «τὰς πλευρὰς» ζωννύμενος, «ἀληθείᾳ» δὲ «τὴν ὀσφὺν» «εἰλημένος». 7.3.36 ὡς γὰρ οὐ δυνατὸν ἑτέρως ταῦτα ἢ διὰ μόνης ἀλληγορικῆς ἀποδόσεως ἑρμηνεύειν, τὸν αὐτὸν τρόπον ἕπεται καὶ τὰ περὶ τῶν κατὰ τοὺς τόπους ὀνομαζομένων ζῴων χρῆναι δεῖν ἐκλαμβάνειν. 7.3.37 θʹ. Ἀπὸ τοῦ Ἱερεμίου. «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος,καὶ ἀναστήσω τῷ ∆αβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτὸν κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις.» «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἑτέροις, ἀλλὰ ἐργῶνται κυρίῳ τῷ θεῷ αὐτῶν, καὶ τὸν ∆αβὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς». 7.3.38 Μετὰ πλεῖστον τῆς τελευτῆς τοῦ ∆αβὶδ ἀλλὰ καὶ τοῦ Σολομῶνος χρόνον ταῦτα καὶ Ἱερεμίας περὶ τοῦ μέλλοντος ἐκ σπέρματος ἀναστήσεσθαι ∆αβὶδ βασιλέως θεσπίζει, ὃν πρῶτον μὲν «ἀνατολὴν» καλεῖ, καὶ οὐχ ἁπλῶς ἀλλὰ «δικαίαν», ὡς ἂν ἐξ ἡλίου δικαιοσύνης συστησόμενον, περὶ οὗ διειλήφαμεν ἐν ταῖς περὶ τοῦ δευτέρου αἰτίου ἀποδείξεσιν, ἐν αἷς τὸν προόντα τοῦ θεοῦ λόγον μυρίαις κεχρημένον ἐπωνυμίαις καὶ ἥλιον δικαιοσύνης ὀνομάζεσθαι ἀπεδείκνυμεν, τὴν φάσκουσαν προφητείαν «τοῖς» δὲ «φοβουμένοις» με «ἀνατελεῖ» «ἥλιος δικαιοσύνης» παραθέμενοι. 7.3.39 ὥσπερ οὖν «ἥλιον δικαιοσύνης», οὕτως καὶ «ἀνατολὴν δικαίαν» ὁ λόγος ἐπὶ τοῦ παρόντος ἀναστήσειν τῷ ∆αβὶδ προφητεύει. τὸν αὐτὸν δὲ τοῦτον