1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

74

σωτῆρος ἡμῶν τὸ ἐμβριθὲς καὶ αὐστηρὸν τοῦ τρόπου· σωφροσύνης δὲ αὐτοῦ μέγα δεῖγμα ἦν κἀκείνη ἡ διδασκαλία, δι' ἧς ἁγνεύειν ἐξ αὐτοῦ τοῦ τῆς διανοίας βάθους, τὰς ἐμπαθεῖς ὀρέξεις ἀποτέμνοντας, ἐδίδασκεν λέγων· «εἰσὶν εὐνοῦχοι οἵτινες ἐγενήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν». 3.6.6 Πάλιν ὁ μὲν γόης καὶ ἀληθῶς λαοπλάνος πάντα ἐγχειρεῖ καὶ πράττει δοξοκοπῶν τὰ πολλὰ καὶ φαντασιοκοπῶν, καὶ πλέον τι παρὰ τοὺς πολλοὺς εἰδέναι καὶ ἔχειν μεγαλαυχούμενος· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν, ὅτι μὴ δοξομανὴς καὶ ἀλαζὼν καὶ φαντασιοκόπος ἦν, ἀφ' ὧν ἰώμενος παρῄνει μηδενὶ φράζειν μηδὲ εἰς πολλοὺς αὐτὸν ἐκφαίνειν γένοιτ' ἂν ἔκδηλος, ἀπό τε τοῦ τὰς ἐν ὄρεσι διατριβὰς καὶ τὰς ἀναχωρήσεις διώκειν καὶ φεύγειν τὰς κατὰ πόλεις τῶν πολλῶν ἐπιβλαβεῖς ὁμιλίας. 3.6.7 εἰ μήτε τοιγαροῦν δόξης μήτε χρημάτων μήτε ἡδονῆς ἕνεκεν ἐπιβέβλητο τῇ διδασκαλίᾳ, τίς ἔτι χώρα περιλείπεται ὑπονοίας τοῦ πλάνον αὐτὸν καὶ γόητα νομίζειν; Σκέψαι δὲ καὶ ταῦτα πάλιν· γόης, ὅταν ἑτέροις τὰ τῆς κακίας μεταδιδῶ, ὁποίους ἄνδρας κατασκευάζει; ἆρ' οὐχὶ γόητας καὶ πλάνους καὶ φαρμακέας αὐτῷ κατὰ πάντα παραπλησίους; τίς οὖν ἤδη πώποτε τὸ πᾶν Χριστιανῶν γένος ἐκ τῆς ἐκείνου διδασκαλίας γοητεῦον ἢ φαρμακεῦον κατείληφεν; 3.6.8 ἀλλ' οὐκ ἔστιν εἰπεῖν, ἔμπαλιν δὲ λόγους φιλοσόφους μετιόν, ὡς ἀποδέδεικται. ὁ δὴ οὖν ἑτέροις σεμνοῦ καὶ σώφρονος βίου εὐσεβείας τε τῆς ἀνωτάτω παραίτιος γεγενημένος τίς ἂν ἐνδίκως νομισθείη ἢ φιλοσόφων ὁ πρώτιστος καὶ εὐσεβῶν ἀνδρῶν διδάσκαλος; καὶ γὰρ ἂν εἴη βελτίων δή που πᾶς ὁ διδάσκων τῶν μαθητευομένων· φιλόσοφος ἄρα καὶ ἀληθῶς εὐσεβής, πολλοῦ δεῖ πλάνος καὶ γόης, ὁμολογοῖτ' ἂν ὁ σωτὴρ καὶ κύριος ἡμῶν. 3.6.9 Εἰ δὴ οὖν τοιόσδε τις ἦν, πῶς ἂν ἄλλως ἐπεχείρει ταῖς θαυματουργίαις ἢ θείᾳ καὶ ἀπορρήτῳ δυνάμει καὶ τῇ ἀνωτάτω περὶ τοῦ τῶν ὅλων θεοῦ εὐσεβείᾳ, ὃν οἷα πατέρα τιμῶν καὶ σέβων τὰ μάλιστα ἀποδείκνυται ἐκ τῶν περὶ αὐτοῦ λόγων. ἐπὶ τοσοῦτον δὲ ἄρα οἵ τε ἀρχῆθεν αὐτῷ προσεσχηκότες μαθηταὶ αὐτοῦ, καὶ οἱ μετὰ ταῦτα τῆς ἐκείνων διατριβῆς διάδοχοι, πορρωτάτω καθεστήκεσαν φαύλης καὶ πονηρᾶς ὑπονοίας, ὡς μηδὲ τοῖς νοσηλευομένοις ἐπιτρέπειν, οἷα πολλοὶ πολλὰ δρᾶν ἐπιχειροῦσιν, ἢ πετάλων ἐπιγραφαῖς καὶ περιάμμασιν χρῆσθαι, ἢ τοῖς κατεπᾴδειν ἐπαγγελλομένοις προσέχειν τὸν νοῦν, ἢ ῥιζῶν καὶ βοτανῶν θυμιάμασιν καί τισιν ἄλλοις τοιουτοτρόποις ἀκέσεις τῶν παθῶν ἑαυτοῖς πορίζειν. 3.6.10 ταῦτα γοῦν πάντα τῆς Χριστοῦ διδασκαλίας ἐξελήλαται, οὐδ' ἔστιν πώποτε Χριστιανὸν πε ριάμματι χρώμενον θεάσασθαι, οὐδ' ἐπιλαλιαῖς, ἢ πετάλων τινῶν περιέργων ἐπιγραφαῖς, οὐδ' ἄλλοις, ὧν τὴν χρῆσιν ἀδιάφορον οἱ πολλοὶ νενομίκασιν. 3.6.11 τίς οὖν αἱρεῖ λόγος τοὺς τοιούσδε διδασκάλου γόητος καὶ πλάνου μαθητὰς γεγονέναι νομίζειν; Καὶ μὴν παντὸς ἐπαγγελλομένου τι μέγας ἔλεγχος ἡ τῶν φοιτητῶν συνουσία. 3.6.12 ἄνδρες γοῦν ἔντεχνοι καὶ ἐπιστήμονες πάντως που τὸν αἴτιον αὐτοῖς τῆς ἐπιστήμης πολὺ κρείττονα σφῶν αὐτῶν ἀποφαίνουσιν· ὥσπερ οὖν ἰατρικοὶ μὲν τῆς τοῦ διδασκάλου περὶ τὸ μάθημα κατορθώσεως εἶεν ἂν μάρτυρες· γεωμετρικοὶ δὲ τὸν ἄρχοντα τίνα ἄλλον ἢ γεωμέτρην ἐπιγράψονται καὶ ἀριθμητικοὶ τὸν ἀριθμητικόν; κατὰ τὰ αὐτὰ δὲ καὶ γόητος ἀνδρὸς μέγιστοι ἂν εἶεν μάρτυρες οἱ φοιτηταί, τὰ ὅμοιά που τῷ διδασκάλῳ καὶ αὐτοὶ μετιόντες. 3.6.13 ἀλλ' οὐδείς πω τοσούτων ἐτῶν γόης πέφανται τοῦ Ἰησοῦ μαθητής, καίτοι διὰ βασάνων πείρας τῶν κατὰ χρόνους ἡγεμόνων τε καὶ βασιλέων ἀκριβῆ τῶν καθ' ἡμᾶς πραγμάτων τὴν ἐξέτασιν πεποιημένων. 3.6.14 οὕτως δὲ ἄρα οὐδεὶς ἦν γόης, ὡς ἐλεύθερον ἀφεῖσθαι καὶ παντὸς ἐκτὸς κινδύνου τὸν αὐτὸ μόνον τὸ θῦσαι πρὸς αὐτῶν βεβιασμένον. εἰ δὲ οὐδεὶς πώποτε τῶν καθ' ἡμᾶς οὔτε τῶν παλαιῶν ἐκείνων τοῦ Ἰησοῦ μαθητῶν γοητείας ἥλω, οὐδ' ὁ διδάσκαλος ἦν ἄρα τοιοῦτος. ἵνα δὲ μὴ ἐξ ἀγράφων ὁ λόγος