1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

182

τοσοῦτον ἐπισημηνάμενος, ὡς ἄρα αὐτὸς οὗτος ὁ λεγόμενος «πατὴρ αἰῶνος» καὶ ἀπείρου «εἰρήνης ἄρχων» «μεγάλης» τε «βουλῆς ἄγγελος» γεννηθήσεσθαι καὶ παιδίον ἔσεσθαι προφητεύεται, ἐπί τε τῇ εἰς ἀνθρώπους αὐτοῦ γενέσει πυρικαύστους ἐθελήσειν ἔσεσθαι τοὺς ἐπὶ τῇ δι' αὐτοῦ γενομένῃ σωτηρίᾳ τῶν ἐθνῶν διαφθονουμένους, εἴτε δαίμονας πονηροὺς εἴτε καὶ ἀσεβεῖς ἄνδρας, περὶ ὧν φησιν ὅτι «πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν». 7.1.141 τίνες δὲ ἄρα ἦσαν οὗτοι, ἢ περὶ ὧν ἀλλαχοῦ ἐξ αὐτοῦ προσώπου τοῦ σωτῆρος ἡμῶν εἴρηται· «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον», οἵ τε τῆς τούτων μέτοχοι δυσσεβείας, οἳ «καὶ θελήσουσιν», τὴν σφῶν αὐτῶν κρίσιν ὕστερόν ποτε ὀψόμενοι, εἰ πρὸ τῆς ἀσεβείας αὐτῶν ἐγεγόνεισαν «πυρίκαυστοι», πρὶν ἢ τὸν τῆς μεγάλης βουλῆς ἄγγελον πρὸς αὐτῶν ἀσεβηθῆναι; 7.1.142 καὶ σὺ δὲ παρὰ σαυτῷ σκέψαι, εἰ μὴ ὑπερβαίνει πᾶσαν φύσιν ἀνθρώπων τὸ μὴ τέλος ἔχειν τὴν εἰρήνην αὐτοῦ λέγεσθαι καὶ τὸ πατέρα ὀνομάζεσθαι αἰῶνος, καὶ αὐτὸ δὲ τὸ καλεῖσθαι αὐτὸν οὐχ ἁπλῶς ἄγγελον, ἀλλὰ τῆς μεγάλης βουλῆς ἄγγελον καὶ θεὸν ἰσχυρόν, καὶ ὅσα τούτοις συγκατείλεκται. Ἔτι δέ φησιν δι' αὐτοῦ κατορθωθήσεσθαι τὴν τοῦ ∆αβὶδ βασιλείαν, ὃ καὶ αὐτὸ τοῦτον νοήσεις τὸν τρόπον. 7.1.143 πλεῖσται ὅσαι τῷ ∆αβὶδ γεγόνασιν ἐπαγγελίαι, ἐν αἷς εἴρηται· «καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ», 7.1.144 καὶ αὖθις· «ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα». τοσαῦτα ἐν τοῖς ψαλμοῖς τοῦ θεοῦ τῷ ∆αβὶδ ἐπηγγελμένου, τἀναντία συνέβη ταῖς ἐπαγγελίαις ἐπελθεῖν διὰ τὰς τῶν διαδόχων αὐτοῦ δυσσεβείας. 7.1.145 ἡ γοῦν ἐκ σπέρματος ∆αβὶδ βασιλεία, διαρκέσασα μέχρις Ἰεχονίου καὶ τῆς ὑπὸ Βαβυλωνίοις τοῦ ἱεροῦ πολιορκίας, λέλυτο, ὡς ἐξ ἐκείνου μηκέτι τὸν θρόνον ∆αβὶδ μηδέ τινα ἐκ σπέρματος αὐτοῦ βασιλεῦσαι τοῦ Ἰου δαίων ἔθνους. 7.1.146 καὶ ταύτην γε τὴν γενομένην διάπτωσιν τῆς πρὸς τὸν ∆αβὶδ ἐπαγγελίας κατὰ τὴν προειρημένην τοῦ ψαλμοῦ παράθεσιν τὸ θεῖον ὧδέ πως πνεῦμα θεσπίζει· «σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ, καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ», 7.1.147 καὶ μετ' ὀλίγα· «τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας· ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην», ἃ καὶ ἐναργῶς ἀρξάμενα συντελεῖσθαι ἀπὸ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ, μέχρι τῆς Ῥωμαίων καὶ Τιβερίου παρεξετάθη βασιλείας. οὐδεὶς γοῦν ἐκ τῆς τοῦ ∆αβὶδ διαδοχῆς ἐν τοῖς μεταξὺ χρόνοις φαίνεται ἐπὶ τὸν βασιλικὸν τοῦ Ἑβραίων ἔθνους καθεσθεὶς θρόνον μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας. 7.1.148 τοῦ δὲ «ἐκ σπέρματος ∆αβὶδ» γενομένου κυρίου καὶ σωτῆρος ἡμῶν 7.1.148 Ἰησοῦ Χριστοῦ βασιλέως ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἀνακηρυχθέντος, ὥσπερ ἀπὸ γῆς καὶ πτώματος ἀνανεωθεὶς αὐτὸς ἐκεῖνος ὁ θρόνος ∆αβὶδ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου βασιλείας ἀνώρθωται, καὶ διαμενεῖ «εἰς τὸν αἰῶνα», καὶ εἰσέτι γε «ὡς ὁ ἥλιος ἐναντίον» τοῦ θεοῦ τὴν πᾶσαν καταλάμπων οἰκουμένην ταῖς ἀκτῖσι τοῦ φωτὸς τῆς διδασκαλίας αὐτοῦ, ἀκολούθως τῇ τε ἀπὸ τοῦ ψαλμοῦ μαρτυρίᾳ καὶ τοῦ μετὰ χεῖρας προφήτου περὶ τοῦ γεννηθησομένου παιδίου λέγοντος· «ἐπὶ τὸν θρόνον ∆αβίδ», δηλαδὴ τὸν αἰώνιον καὶ διαρκῆ τὸν δὴ καὶ ἐπηγγελμένον τῷ ∆αβίδ, καθεσθήσεσθαι αὐτὸν καὶ ἐπὶ «τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ