1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

59

τραυματισθήσεται λόγοις βλασφήμοις βαλλόμενος, καὶ τοῦτ' ἔργον ἔσται τῶν ἡμετέρων ἁμαρτιῶν· ἐπεὶ καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅπως ἡμεῖς, ἀνειληφότος αὐτοῦ τὰ ἡμέτερα ἀμπλακήματα καὶ τὰ τῆς ἡμετέρας κακίας τραύματα, τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. καὶ τὰ μὲν αἴτια, ὧν παρ' ἀνθρώποις πείσεται ὁ ἀναμάρτητος, ταῦτα ἦν. Ἰουδαίων δὲ τῶν τὸν θάνατον αὐτῷ συσκευασαμένων οὐδὲν ὑπεριδόμενος, ὁ θαυμάσιος προφήτης διαρρήδην ἀπελέγχει, καὶ τοῦτο ἄντικρυς σχετλιάζων καὶ λέγων· «ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον». 3.2.59 εἶτ' ἐπεὶ παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος πολιορκηθέντας ὑπὸ Ῥωμαίων, οὐδὲ τοῦτο παριδὼν ἐπιλέγει· «καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ». 3.2.60 Ἤρκει μὲν οὖν ἐπὶ τούτοις περιγράψαι τὴν προφητείαν, εἰ μηδέν τι πλέον ἔσεσθαι μετὰ τὴν τοῦ Χριστοῦ τελευτὴν ἑώρα· ἐπεὶ δὲ ὅσον οὔπω ἔμελλε μετὰ τὴν τελευτὴν ἢ μετὰ τὴν ταφὴν παλινοστεῖν καὶ ἀναβιοῦν, ἔτι περὶ αὐτοῦ καὶ ταῦτα προστίθησιν, ἑξῆς ἐπιλέγων· «καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς». 3.2.61 ἀνώτερον εἰπὼν «ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν», νῦν μετὰ τὸν θάνατον αὐτοῦ καὶ τὴν ταφήν, «κύριος», φησίν, «βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς»· καὶ πῶς ἔσται; «ἐὰν δῶτε», φησίν, «περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον». 3.2.62 οὐ πᾶσι γὰρ ἐφεῖται τὸ μακρόβιον τοῦ Χριστοῦ σπέρμα συνιδεῖν ἢ μόνοις τοῖς ἐξομολογησαμένοις καὶ τὰ δῶρα τὰ ὑπὲρ ἁμαρτιῶν προσάγουσι τῷ θεῷ. μόνων γὰρ τούτων «ἡ ψυχὴ ὄψεται σπέρμα μακρόβιον» τὸ τοῦ Χριστοῦ, ἤτοι τὴν αἰώνιον ζωὴν αὐτοῦ τὴν μετὰ τὸν θάνατον, ἢ τὸν καθ' ὅλης τῆς οἰκουμένης ἐπισπαρέντα αὐτοῦ λόγον μακρόβιον ἐσόμενον καὶ εἰς τὸ ἀεὶ διαρκέσοντα. 3.2.63 πάλιν ἀνώτερον εἰπών «καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ», νῦν μετὰ τὴν σφαγὴν καὶ τὸν θάνατον αὐτοῦ φησιν· «καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ δεῖξαι αὐτῷ φῶς». ἐπεὶ τοίνυν βεβούλευται κύριος ὁ τῶν ὅλων θεὸς «καθαρίσαι αὐτὸν τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς», πάντως που βουληθεὶς πράξειεν ἂν ὃ ἐβουλήθη. 3.2.64 οὐδὲν γάρ ἐστιν ὃ μὴ γίνεται ὧν βούλεται· ἐβουλήθη δὲ «καθαρίσαι αὐτὸν» καὶ «δεῖξαι αὐτῷ φῶς». ἐποίησεν ἄρα ταῦτα, καὶ καθαρίσας αὐτὸν ἔδειξεν αὐτῷ φῶς. καὶ ἐπεὶ ἐβουλήθη, καὶ βουληθεὶς ἀφεῖλε τὸν πόνον τῆς ψυχῆς αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ φῶς, εἰκότως ὁ προφήτης ἐπισυνάπτει λέγων· «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα». 3.2.65 Ἔνθα λοιπὸν ἤδη καὶ τῆς κληρονομίας τοῦ Χριστοῦ μέμνηται τῷ δευτέρῳ συμφώνως ψαλμῷ, δι' οὗ περὶ τῆς ἐπιβουλῆς τῆς κατ' αὐτοῦ συσκευασθείσης ὀνομαστὶ θεσπίσας ὁ λόγος ἐν τῷ «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ», ἑξῆς ἐπιλέγει· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». 3.2.66 ταῦτα δ' οὖν τὰ ἔθνη καὶ ὁ προφήτης ᾐνίξατο εἰπών· «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς», καὶ ἐπιλέγει· «καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα». τῶν γὰρ δυνάμεων τῶν ἀντικειμένων, αἳ πάλαι τῶν ἐθνῶν ἦρχον, τὰς ὑποχειρίους ῥυσάμενος ψυχάς, οἷα δή τινα σκῦλα τοῖς οἰκείοις διένειμεν μαθηταῖς. 3.2.67 διό φησιν ὁ Ἡσαΐας περὶ αὐτῶν· «καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα». καὶ ὁ ψαλμῳδός· «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα». 3.2.68 εἰκότως τοιγαροῦν καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ φησιν· «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα». διὰ ποῖον