1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

266

ἐπήκουσέν μου», σαφῶς τὴν μετὰ θάνατον ἀναβίωσιν αὐτοῦ δηλῶν, ἥτις γέγονεν κατὰ «τὴν ἑωθινὴν ἀντίληψιν», ἣν ἑξῆς προϊὼν ὁ ψαλμὸς παρέστησεν εἰπών· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες». ποίαν δὴ ἀντίληψιν ἀλλ' ἢ ἣν καὶ ἡ προγραφὴ τοῦ ψαλμοῦ ᾐνίττετο; 10.8.27 Ἀλλὰ ταῦτα μὲν ἡμῖν εἰρήσθω εἰς τὴν τοῦ ψαλμοῦ προγραφήν. εἰς δὲ τὸ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί», εἰρημένον μὲν ὑπὸ τοῦ σωτῆρος ἡμῶν αὐτοῖς ἑβραϊκοῖς ὀνόμασι περὶ τὸν τοῦ πάθους καιρόν, κείμενον δὲ καὶ ἐν τῷ ψαλμῷ, ὅρα μή τις ἔγκειται βαθυτέρα θεωρία παρ' Ἑβραίοις· ἐλωεὶμ γὰρ ὁ θεὸς ὀνομάζεται. 10.8.28 καὶ τοῦτο διὰ πάσης σχεδὸν εὕροις ἂν τῆς γραφῆς, ἐπεὶ καὶ κυρίως οὕτως παρὰ τοῖς ἑβδομήκοντα ἔτι καὶ νῦν τῇ Ἑβραίων ὀνομάζεται φωνῇ. φέρονταί γε μὴν παρ' αὐτοῖς ἐπὶ τῆς θείας προσηγορίας καὶ ἕτεραί τινες ἐκφωνήσεις, ὥσπερ οὖν καὶ τὸ Σαδδαὶ καὶ τὸ Ἰαὼ καὶ τὸ Ἢλ καὶ ἄλλα τούτοις παραπλήσια. 10.8.29 ὁ δὴ οὖν μετὰ χεῖρας ψαλμὸς ἀπὸ τοῦ ἢλ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανὶ» περιέχει, ᾧ κέχρηται καὶ ὁ κύριος ἡμῶν, οὐ μὴν ἀπὸ τοῦ ἐλωείμ. 10.8.30 ὁ γοῦν Ἀκύλας διαφορὰν εἰδὼς τῆς παρ' Ἑβραίοις θεοῦ προσηγορίας ἐκ τοῦ ἐλωεὶμ σημαινομένης, τὸ νῦν δηλούμενον ἐν τῷ «ἠλὶ ἠλὶ» οὐκ ἠξίωσεν, ὁμοίως τοῖς λοιποῖς, «ὁ θεὸς ὁ θεός μου» μεταβαλὼν εἰπεῖν, ἀλλὰ «ἰσχυρέ μου ἰσχυρέ μου» τὸ δ' ἀκριβές ἐστιν «ἰσχύς μου ἰσχύς μου», ὥστε κατὰ τὴν τούτου διάνοιαν τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ἡμέτερον σωτῆρα, φάσκοντα τὸ «ἠλὶ ἠλὶ» πρὸς τὸν πατέρα λέγειν «ἰσχυρέ μου ἰσχυρέ μου, ἵνα τί ἐγκατέλιπές με». 10.8.31 καὶ τάχα ἐπεὶ ἐγκατέλιπεν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, τούτου χάριν ἐσταυρώθη, ὥς φησιν ὁ ἀπόστολος «καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, καὶ ζῇ ἐκ δυνάμεως θεοῦ», ὡς μὴ σταυρωθεὶς εἴη ἄν, εἰ μὴ ὁ ἰσχυρὸς αὐτοῦ καταλελοίπει αὐτόν. 10.8.32 καὶ ὅρα εἰ μὴ ἔπρεπεν τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν «ὡς πρόβατον ἐπὶ σφαγὴν» ἀχθέντα «καὶ ὡς ἀμνὸν ἐναντίον τοῦ κείροντος ἄφωνον», τὰς οἰκείας δυνάμεις ἀνατιθέναι τῷ θεῷ, καὶ μηδὲν ἴδιον ἔχειν ἡγεῖσθαι ἢ μόνον τὸν πατέρα· διὸ καὶ ἰσχυρὸν τὸν πατέρα αὐτοῦ ἀποκαλεῖ, ὡς καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ ἰσχὺν ἑαυτοῦ καὶ κραταίωμα καὶ καταφυγὴν τὸν πατέρα ὀνομάζει, λέγων· «ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου· κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· 10.8.33 ὁ θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου». καταλέλοιπεν οὖν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, θελήσας αὐτὸν «μέχρι θανάτου» καὶ «θανάτου σταυροῦ» κατελθεῖν, καὶ τοῦ κόσμου παντὸς λύτρον καὶ ἀντίψυχον ἀποδειχθῆναι καὶ καθάρσιον γενέσθαι τῆς τῶν εἰς αὐτὸν πιστευσάντων ζωῆς. 10.8.34 ὁ δὲ αὐτίκα μάλα συναισθόμενος τῆς ἐνθέου καὶ πατρικῆς βουλῆς, διαγνούς τε εἰ καί τις ἄλλος τὰ αἴτια τοῦ καταλελεῖφθαι αὐτὸν ὑπὸ τοῦ πατρός, ἔτι πολὺ πλέον ἐταπείνωσεν ἑαυτόν, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον πολλῇ τῇ προθυμίᾳ περιεβάλετο, ἐγένετό τε ὁ πανάγιος καὶ εὐλογητὸς «ὑπὲρ ἡμῶν κατάρα», καὶ ὁ μὴ γνοὺς ἁμαρτίαν ἁμαρτία, «ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ». 10.8.35 καὶ ἔτι πρὸς τούτοις τὰς ἡμετέρας ἁμαρτίας ἀναμαξάμενος ἐσταυρώθη, ὃ ἐχρῆν ἡμᾶς τοὺς πρὶν ἀσεβεῖς παθεῖν, ἀντίψυχον ἡμῶν καὶ ἀντίλυτρον γεγενημένος, ὥστ' ἂν εὐλόγως εἰπεῖν ἡμᾶς τὸ προφητικόν· «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται» καὶ «αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα «τῷ μώλωπι αὐτοῦ ἡμεῖς» ἰαθῶμεν. «κύριος» γὰρ «παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν». 10.8.36 διόπερ ὡς παραδοθεὶς ὑπὸ τοῦ πατρὸς καὶ μαλακισθεὶς καὶ «τὰς ἀνομίας ἡμῶν» ἀνειληφώς, «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη». συνᾴδει τούτοις καὶ ὁ ἀπόστολος λέγων· «ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν». 10.8.37 κινῶν δὲ ἡμᾶς ἐπὶ ζήτησιν τῆς αἰτίας δι' ἣν αὐτὸν ὁ πατὴρ κατέλιπεν, φάσκει, «ἵνα τί με ἐγκατέλιπες;» τὸ δ' αἴτιον τοῦτο ἦν ἡ τοῦ παντὸς ἀνθρώπων γένους ἀπολύτρωσις, τῷ «τιμίῳ αἵματι» ἐξαγοραζομένη ἀπὸ τῆς