1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

251

ἐπιφέρει λέγων· «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου», σαφῶς τὸ ἀπειρόκακον τοῦ ἀμνοῦ τοῦ θεοῦ παριστάς. πῶς δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειοῦται, καὶ πῶς φέρειν λέγεται τὰς ἀνομίας ἡμῶν ἢ καθ' ὃ σῶμα αὐτοῦ εἶναι λεγόμεθα κατὰ τὸν ἀπόστολον φήσαντα· «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους»; 10.1.22 καὶ καθ' ὃ πάσχοντος ἑνὸς μέλους «συμπάσχει πάντα τὰ μέλη», οὕτως τῶν πολλῶν μελῶν πασχόντων καὶ ἁμαρτανόντων, καὶ αὐτὸς κατὰ τοὺς τῆς συμπαθείας λόγους ἐπειδήπερ εὐδόκησεν θεοῦ λόγος ὢν «μορφὴν δούλου» λαβεῖν καὶ τῷ κοινῷ πάντων ἡμῶν σκηνώματι συναφθῆναι τοὺς τῶν πασχόντων μελῶν πόνους εἰς ἑαυτὸν ἀναλαμβάνει, καὶ τὰς ἡμετέρας νόσους ἰδιοποιεῖται, καὶ πάντων ἡμῶν ὑπεραλγεῖ καὶ ὑπερπονεῖ κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους. 10.1.23 οὐ μόνον δὲ ταῦτα πράξας «ὁ ἀμνὸς τοῦ θεοῦ», ἀλλὰ καὶ ὑπὲρ ἡμῶν κολασθεὶς καὶ τιμωρίαν ὑποσχών, ἣν αὐτὸς μὲν οὐκ ὤφειλεν ἀλλ' ἡμεῖς τοῦ πλήθους ἕνεκεν τῶν πεπλημμελημένων, ἡμῖν αἴτιος τῆς τῶν ἁμαρτημάτων ἀφέσεως κατέστη, ἅτε τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, μάστιγάς τε καὶ ὕβρεις καὶ ἀτιμίας ἡμῖν ἐποφειλομένας εἰς ἑαυτὸν μετατιθείς, καὶ τὴν ἡμῖν προστετιμημένην κατάραν ἐφ' ἑαυτὸν ἑλκύσας, «γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ τί γὰρ ἄλλο ἢ ἀντίψυχον. διό φησιν ἐξ ἡμετέρου προσώπου τὸ λόγιον· «τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν», ὥστε εἰκότως ἑνῶν ἑαυτὸν ἡμῖν ἡμᾶς τε αὐτῷ καὶ τὰ ἡμέτερα πάθη ἰδιοποιούμενος φησίν· «ἐγὼ εἶπα, κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι». 10.1.24 Ὁρῶντας δὲ εἰκότως τοὺς ἐπιβουλεύοντας, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ ἀοράτους δυνάμεις, τὴν ὑπερβάλλουσαν ἰσχὺν αὐτοῦ τῆς θείας προσηγορίας καὶ τοῦ ὀνόματος, δι' οὗ μικρὸν ὕστερον Χριστιανῶν τὴν πᾶσαν κατέπλησεν οἰκουμένην, σβέσειν αὐτὴν οἴεσθαι ὑπειληφέναι, εἰ τὰ πρὸς θάνατον ἐπιβουλεύσαιεν αὐτῷ, 10.1.25 τοῦτο δὴ οὖν αὐτὸ διελέγχει, φάσκων· «οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;» ἐπεὶ δὲ καθυποκρινόμενοι προσῄεσαν, πειράζοντες «ὅπως αὐτὸν παγιδεύσωσιν», ὡς ἡ θεία γραφὴ μαρτυρεῖ, ἄλλοτε ἄλλας αὐτοὺς προφάσεις καὶ κατηγορίας κατ' αὐτοῦ συσκευάζεσθαι ἱστοροῦσα, τούτων ἕνεκα ἐπιλέγει· «καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ». 10.1.26 ἑξῆς δὲ τούτοις ἤδη σαφῶς ἐμφαίνει καὶ αὐτὸν ἐκεῖνον τὸν δυσσεβέστατον προδότην, ἐπειδὴ συνέβαινεν, μεθ' ἃς πεποίητο συνθήκας τοῖς ἄρχουσι τῶν Ἰουδαίων περὶ τῆς τοῦ διδασκάλου προδοσίας, μηκέτ' ἀπαντᾶν αὐτὸν συνήθως ἐπὶ τὴν τῶν θείων μαθημάτων διδασκαλίαν, μηδ' ὡς παρὰ διδάσκαλον φοιτᾶν μηδ' ὁμοίως τοῖς ἑτέροις παραβάλλειν τῇ τοῦ σωτῆρος διατριβῇ, ἀλλ' ἐπὶ τῷ κατοπτεύειν καὶ θηρεύειν καιρὸν ὅτε δεῖ ἐπιθέσθαι αὐτῷ. 10.1.27 τοῦτο δ' οὖν καὶ κατηγορεῖται πράττων ὑπὸ τῶν ἱερῶν εὐαγγελιστῶν, ὧν ὁ μὲν Ματθαῖός φησιν· «τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς· τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ αὐτοῖς», ὁ δὲ Μάρκος· «καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα αὐτὸν παραδῷ αὐτοῖς. 10.1.28 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδῷ», ὁ δὲ Λουκᾶς γράφει λέγων· «εἰσῆλθεν δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσι καὶ τοῖς στρατηγοῖς τοῦ ἱεροῦ, ἵνα αὐτὸν παραδῷ αὐτοῖς, καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου». 10.1.29 ταῦτα δὴ οὖν αὐτὰ θεσπίζουσα ἡ μετὰ χεῖρας πρόρρησις ἐπιλέγει· «καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ