1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

183

ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα». 7.1.149 ὅπως δὲ ταῦτα ἐπληροῦτο, διδάσκαλος γένοιτ' ἂν ἀξιόχρεως Γαβριὴλ ὁ ἄγγελος, ἐν τῷ πρὸς τὴν παρθένον χρηματισμῷ φάσκων· «μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» 7.1.150 ταύτην ἐν τῷ προειρημένῳ ψαλμῷ καὶ ὁ προφήτης προσδοκῶν τὴν τοῦ Χριστοῦ γένεσιν, τήν τε ὑπέρθεσιν αὐτῆς καὶ ἀναβολὴν ὥσπερ αἰτίαν συνορῶν τῆς τοῦ θρόνου τοῦ ∆αβὶδ ἀποπτώσεως, ἀποδυσπετεῖ, λέγων· «σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου». 7.1.151 εὔχεται δέ, ὥσπερ δυσωπῶν τὸ θεῖον, ᾗ τάχος πληρωθῆναι τὰ τῆς ἐπαγγελίας, φάσκων· «ποῦ ἐστιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ ∆αβὶδ ἐν τῇ ἀληθείᾳ σου;» ἃ δὴ σαφέστατα. καὶ αὐτὰ δὴ ταῦτα πληρωθήσεσθαι ἐπὶ τῇ γενέσει τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου θεσπίζει· ἐφ' ᾧ «θελήσουσιν», φησίν, οἱ προαποδοθέντες «εἰ ἐγενήθησαν πυρίκαυστοι, διότι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν» ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος». 7.1.152 τίσιν δὲ «ἡμῖν» ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσιν τοῖς ἐν τῇ «Γαλιλαίᾳ τῶν ἐθνῶν»; οἷς αἴτιος γεγένηται φωτὸς καὶ εὐφροσύνης, καινοῦ τε καὶ νέου ποτοῦ, τῆς καινῆς διαθήκης μυστηρίου, κατὰ τὴν φήσασαν προφητείαν· «τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς ἴδετε μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς». εἶεν δ' ἂν ἐν τούτοις δηλούμενοι οἵ τε ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες καὶ οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, οὓς ἀπὸ γῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ ἀνακαλεσάμενος ἐξελέξατο κήρυκας τοῦ εὐαγγελίου. 7.1.153 τούτοις μὲν οὖν ὁ «τῆς μεγάλης βουλῆς ἄγγελος» «υἱὸς ἐδόθη» σωτηρίας αἴτιος, τοῖς δὲ εἰς αὐτὸν ἠπιστηκόσιν ... πυρὸς δηλαδὴ καὶ καύσεως. ὅλης δὲ ταύτης τῆς οἰκονομίας ὑπόθεσιν γεγονέναι φησὶν τὸν ζῆλον κυρίου λέγων· «ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα». ποῖος δὲ ζῆλος ἢ οὗ μέμνηται Μωσῆς λέγων· «αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς»; 7.1.154 Ἀλλ' ἐπεὶ σὺν θεῷ τὰ περὶ τῆς τοῦ προφητευομένου εἰς ἀνθρώπους ἐπιδημίας, οὐ μὴν ἀλλὰ καὶ ὁ τρόπος τῆς ἐπιφανείας αὐτοῦ διὰ τῶν προφητικῶν ἀποδέδεικται μαρτυριῶν, καιρὸς ἂν εἴη συνιδεῖν, ποῦ γῆς γεννηθήσεσθαι καὶ ὅθεν γένους ἥξειν ἐξ ὁποίας τε Ἑβραίων προελεύσεσθαι φυλῆς ἐκηρύττετο, ἃ καὶ αὐτὰ φέρε ἐρευνήσωμεν. 7.2.1 δʹ. Ἀπὸ τοῦ Μιχαία. «Καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ. καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσιν· διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.» 7.2.2 Ἐμμανουήλ, μεθερμηνευόμενος «μεθ' ἡμῶν θεός», ἐκ τῆς παρθένου γεννώμενος καὶ παιδίον γινόμενος, ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος», σαφῶς ἐδείχθη διὰ τῶν προεκτεθειμένων. ἀλλ' ἐχρῆν καὶ τὸν τῆς γενέσεως αὐτοῦ σημανθῆναι τόπον. προφητεύεται δῆτα ἐκ Βηθλεέμ τις ἐξελεύσεσθαι ἄρχων ἐν τῷ Ἰσραήλ, τὰς ἐξόδους «ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος» ἔχων. τοῦτο δὲ οὐκ ἂν ἐφαρμόσειεν ἀνθρώπου φύσει, εἰ μὴ μόνῳ τῷ Ἐμμανουὴλ καὶ τῷ τῆς «μεγάλης βουλῆς ἀγγέλῳ». 7.2.3 τὸ γὰρ ἐξ αἰῶνος ὑφεστάναι τίνι ἄρα ἐφαρμόττοι ἂν ἢ μόνῳ