1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

205

ἀποπλύνας, λουτρῷ οἴνου τῶν εἰς αὐτὸν πεπιστευκότων ἀποπλύνειν τὰ παλαιὰ ῥύπη δηλοῦται. 8.1.77 διὰ γὰρ τοῦ οἴνου, ὅπερ ἦν τοῦ αἵματος αὐτοῦ σύμβολον, τοὺς «εἰς τὸν θάνατον» αὐτοῦ βαπτιζομένους καὶ ἐπὶ τὸ αἷμα αὐτοῦ πεπιστευκότας τῶν πάλαι κακῶν ἀποκαθαίρει, ἀποπλύνων αὐτῶν καὶ ἀποσμήχων τὴν παλαιὰν αὐτῶν στολὴν καὶ τὸ περιβόλαιον, ὥστε αὐτοὺς «τῷ τιμίῳ αἵματι» τῆς ἐνθέου καὶ πνευματικῆς σταφυλῆς τῷ τε ἐκ τῆς ἀποδοθείσης ἀμπέλου οἴνῳ λελυτρωμένους ἀποδύσασθαι μὲν «τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ», ἐνδύσασθαι δὲ «τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος». 8.1.78 καὶ τὸ «χαροποιοὶ αὐτοῦ οἱ ὀφθαλμοὶ ἀπὸ οἴνου» καὶ τὸ «λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα» πάλιν ἀπορρήτως τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν διαθήκης τὰ μυστήρια ἡγοῦμαι περιέχειν. τὴν γοῦν εὐφροσύνην τὴν ἀπὸ τοῦ μυστικοῦ οἴνου, οὗ παραδέδωκεν αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς, εἰπών «λάβετε, πίετε, τοῦτό μού ἐστιν τὸ αἷμα τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», δοκεῖ μοι σημαίνειν τὸ «χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου», καὶ τὸ «λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα», τὸ λαμπρὸν καὶ καθαρὸν τῆς μυστηριώδους τροφῆς. 8.1.79 πάλιν γὰρ αὐτὸς τὰ σύμβολα τῆς ἐνθέου οἰκονομίας τοῖς αὐτοῦ παρεδίδου μαθηταῖς, τὴν εἰκόνα τοῦ ἰδίου σώματος ποιεῖσθαι παρακελευόμενος. 8.1.80 ἐπειδὴ γὰρ οὐκέτι τὰς δι' αἱμάτων θυσίας οὐδὲ τὰς παρὰ Μωσεῖ ἐν διαφόρων ζῴων σφαγαῖς νενομοθετημένας προσίετο, ἄρτῳ δὲ χρῆσθαι συμβόλῳ τοῦ ἰδίου σώματος παρεδίδου, εἰκότως τὸ λαμπρὸν καὶ καθαρὸν ᾐνίξατο τῆς τροφῆς εἰπών· «καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα». τούτου καὶ ἄλλος ἐμνημόνευσεν προφήτης φήσας· «θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι». 8.1.81 ἀλλὰ ταῦτα πλείονος βασάνου δεόμενα καὶ μακροτέρας ἑρμηνείας ἐπὶ σχολῆς ἄν τις βασανίσειεν, τοῦ παρόντος καιροῦ τοσαῦτα εἰπεῖν ἀπαιτήσαντος εἰς τὸ παραστῆσαι, μετὰ τῶν ἄλλων, καὶ τοὺς χρόνους τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας, ἄνωθεν ὑπὸ τῶν πρόπαλαι προφητῶν ἐγνωσμένους, τῇ θείᾳ σαφῶς παραδεδόσθαι γραφῇ. 8.2.1 Ἀπὸ τοῦ ∆ανιήλ. «Καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραήλ, καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἔναντι κυρίου τοῦ θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου τοῦ θεοῦ μου· καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριήλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, καὶ συνέτισέν με, καὶ ἐλάλησεν μετ' ἐμοῦ καὶ εἶπεν, ∆ανιήλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν. 8.2.2 ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, καὶ ἐγὼ ἦλθον ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. 8.2.3 ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων. 8.2.4 καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.» 8.2.5 Τῆς τοῦ Ἰουδαίων ἔθνους εἰς Βαβυλῶνα ἑβδομηκονταετοῦς