1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

37

οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν, ὡς ἄρκος καὶ περιστερὰ ἅμα πορεύσονται», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· 2.3.29 «καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον». Ἀλλὰ γὰρ πλείστων ὅσων οὐσῶν περὶ τῆς αὐτῆς ὑποθέσεως προφητειῶν, ταῖς παρατεθείσαις μαρτυρίαις ἀρκεσθησόμεθα καὶ κατὰ καιρὸν αὖθις ἀναλαβόντες ἐξομαλίσωμεν, ἡγούμενοι τέως, δαψιλέσι ταῖς λέξεσι καὶ ταῖς ἀπὸ τούτων μαρτυρίαις κεχρημένοι, ἱκανῶς ἀποδεδειχέναι μηδὲν πλέον ἔχειν Ἰουδαίους τῶν λοιπῶν ἐθνῶν. 2.3.30 εἴτε γὰρ τῆς τοῦ θεοφιλοῦς Ἀβραὰμ εὐλογίας μόνους αὐτούς φασιν εἶναι κοινωνοὺς διὰ τὸ ἐξ αὐτοῦ κατάγειν τὸ γένος, ἀλλὰ καὶ τοῖς ἔθνεσι ὁ θεὸς τῆς ἴσης τῷ Ἀβραὰμ οὐ μόνον ἀλλὰ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ εὐλογίας μεταδώσειν ἐπήγγελται, διαρρήδην εὐλογηθήσεσθαι ὁμοίως αὐτοῖς πάντα τὰ ἔθνη προειπών, καὶ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐφροσύνην τοῖς μακαρίοις καὶ θεοφιλέσι καὶ τὰ λοιπὰ ἔθνη ἀνακαλούμενος κατὰ τὸ 2.3.31 «εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ» καὶ «ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ»· εἴτε ἐπὶ βασιλείᾳ τοῦ θεοῦ, ὡς ἂν αὐτοῦ γεγονότες κλῆρος, φρυάττονται, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ λοιπὰ ἔθνη βασιλεύσειν ὁ θεὸς θεσπίζεται, «εἴπατε» γάρ, φησίν, «ἐν τοῖς ἔθνεσιν, ὅτι κύριος ἐβασίλευσε», 2.3.32 καὶ πάλιν «ἐβασίλευσεν ὁ θεὸς ἐπὶ πάντα τὰ ἔθνη»· εἴτε ἐπὶ τὸ ἱερουργεῖν καὶ τῷ θεῷ λατρεύειν ἐξειλέχθαι αὐτοὺς φαῖεν, δεικτέον ὡς καὶ τοῖς ἔθνεσι τῆς ἴσης ὁ λόγος μεταδώσειν ἐπήγγελται θεραπείας, λέγων· «ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ». 2.3.33 Οἷς καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ συνάψεις λόγιον τὸ φῆσαν· «ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν». ἔνθα καὶ ἐπιστήσεις, ὡς ἐκτὸς τῆς Ἱερουσαλὴμ ἐπὶ τῆς Αἰγύπτου θυσιαστήριον τῷ κυρίῳ συστήσεσθαι καὶ θύσειν αὐτόθι τοὺς Αἰγυπτίους καὶ εὔξεσθαι εὐχὰς καὶ ἀποδώσειν τῷ κυρίῳ προφητεύεται. 2.3.34 οὐ μόνον δὲ ἄρα ἐπὶ τῆς Αἰγύπτου, ἀλλὰ καὶ ἐπ' αὐτῆς τῆς ἀληθοῦς Ἱερουσαλήμ, ἥτις ποτὲ αὕτη νοεῖται, πάντα τὰ ἔθνη καὶ αὐτοί γε οἱ πάντων δεισιδαιμονέστατοι Αἰγύπτιοι τὴν κατὰ διάνοιαν θεωρουμένην σκηνοπηγίαν ἑορτάσειν ὑπὸ τῆς προφητείας ἀνακαλοῦνται. 2.3.35 εἰ δὲ καὶ πάλαι πρότερον «ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ», ἀλλ' ὕστερόν ποτε καὶ τὰ ἔθνη πάντα τῷ κυρίῳ δοθήσεσθαι κλῆρος εἴρηται, φήσαντος αὐτῷ τοῦ πατρός· «αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου»· καὶ γὰρ «κατακυριεύσειν» οὐ τῆς Ἰουδαίας ἀλλ' «ἀπὸ θαλάσσης ἕως θαλάσσης» καὶ «περάτων τῆς οἰκουμένης» προφητεύεται, «πάντα τε τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». 2.3.36 τούτου δὲ ἦν αἴτιον τὸ γνωρίσαι τὸν τῶν ὅλων θεὸν «τὸ σωτήριον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν». σεσημείωται δὲ ἡμῖν ἤδη πρότερον τὸ Ἰησοῦς ὄνομα εἰς τὴν Ἑλλήνων ἀπὸ τῆς Ἑβραίωνμεταβαλλόμενον φωνῆς «σωτήριον» ἑρμηνεύεσθαι, ὡς μηδὲν ἕτερον εἶναι τὸ σωτήριον τοῦ θεοῦ ἢ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσηγορίαν. 2.3.37 μαρτυρεῖ τούτῳ καὶ ὁ Συμεὼν ἐν τῷ εὐαγγελίῳ, ὃς λαβὼν τὸ παιδίον, αὐτὸν δὴ τὸν Ἰησοῦν, μετὰ χεῖρας ἐπηύξατο· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν». αὐτὸ γοῦν τὸ σωτήριον καὶ ὁ ψαλμῳδὸς ἐδήλου λέγων· «ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ». 2.3.38 καὶ κατὰ τὸν Ἡσαΐαν τοῦτ' αὐτὸ τὸ σωτήριον ἰδόντες πάντες ἄνθρωποι προσκυνήσειν λέγονται τῷ τῶν ὅλων θεῷ, τὸ σωτήριον αὐτοῦ τοῖς