1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

160

τούτοις ἑξῆς. 6.20.2 Καὶ νῦν τὸν δεύτερον μετὰ τὸν τῶν ὅλων θεὸν καὶ κύριον, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, «ἥξειν εἰς Αἴγυπτον» ἡ παροῦσα προφητεία σημαίνει, καὶ ἥξειν οὐκ ἀφανῶς οὐδ' ἀοράτως οὐδ' ἄνευ τινὸς σωματικῆς περιβολῆς, ἀλλ' «ἐπὶ νεφέλης κούφης» ὀχούμενον, μᾶλλον δὲ «ἐπὶ πάχους ἐλαφροῦ»· οὕτω γὰρ ἔχειν φασὶν τὴν Ἑβραίων φωνήν. 6.20.3 λεγέτωσαν δῆτα Ἑβραίων παῖδες, πότε μετὰ τοὺς Ἡσαΐου χρόνους ὁ κύριος Αἰγυπτίοις ἐπιδεδήμηκεν, καὶ ποῖος κύριος· εἰ γὰρ ὁ ἐπὶ πάντων θεός, καὶ πῶς ἐπὶ «πάχους ἐλαφροῦ» οὗτος ἐποχεῖσθαι λέγεται καὶ τοπικῶς ἐπιβαίνειν μέρει τινὶ τῆς γῆς; 6.20.4 ἑρμηνευέτωσαν δὲ καὶ τὸ «πάχος ἐλαφρὸν» τί ποτε ἄρα ἐστίν, καὶ διὰ τί μὴ ἄνευ τούτου λέγεται ὁ κύριος ἐπιδημεῖν τῇ Αἰγύπτῳ. 6.20.5 πότε δὲ καὶ ἱστόρηται τὰ ἐν τῇ προφητείᾳ εἰρημένα τέλους τετυχηκέναι, τὸ «σεισθῆναι», λέγω, τὰ εἴδωλα «τὰ χειροποίητα Αἰγύπτου», καὶ τὸ Αἰγυπτίους Αἰγυπτίοις πολεμῆσαι διὰ τὴν τοῦ κυρίου εἰς ἀνθρώπους παρουσίαν, καὶ τὸ «τοὺς θεοὺς αὐτῶν», δηλαδὴ τοὺς δαίμονας, πολλὰ τὸ παλαιὸν δυναμένους, μηκέτι ἰσχύειν, μηδὲ ἀποκρίνασθαι τοῖς ἐπερωτῶσι διὰ τὸ τοῦ κυρίου δέος; «εἰς χεῖρας» δὲ ποίων «κυρίων σκληρῶν», ποίων δὲ βασιλέων μετὰ τὴν θεσπιζομένην τοῦ κυρίου παρουσίαν παρεδόθη Αἴγυπτος, καὶ διὰ τί κυρίου παρόντος σκληροῖς ἄρχουσιν παραδίδονται; καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλησίως ὁ βουλόμενος ἑρμηνευσάτω. 6.20.6 ἡμεῖς γὰρ οὐκ ἄλλως ταῦτά φαμεν συνίστασθαι ἢ διὰ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας· οὗτος γάρ, θεοῦ λόγος ὢν καὶ θεοῦ δύναμις, κατὰ διάνοιαν καὶ πρὸς λέξιν ἐπιδημήσας τῇ Αἰγυπτίων χώρᾳ διὰ «νεφέλης κούφης» ἐπλήρου τὰ προηγορευμένα. νεφέλην δὲ κούφην ἀλληγορικῶς ὀνομάζει τὴν δι' οὗ ἀνείληφεν σώματος ἐκ παρθένου καὶ ἁγίου πνεύματος ἐπιδημίαν αὐτοῦ, ὥσπερ οὖν ἡ Ἑβραίων γραφὴ καὶ ὁ Ἀκύλας σαφέστερον ᾐνίξατο εἰπών· «ἰδοὺ κύριος ἐπιβαίνει ἐπὶ πάχους ἐλαφροῦ, καὶ ἔρχεται ἐπ' Αἴγυπτον», πάχος ἐλαφρὸν τὸ ἐξ ἁγίου πνεύματος σῶμα προσαγορεύσας. 6.20.7 καὶ τοῦτο τοιγαροῦν τὸ τῆς προφητείας μέρος πρὸς λέξιν τέλους ἐτύγχανεν, ὅτε ἄγγελος κυρίου ὄναρ ἐπιφανεὶς εἶπεν τῷ Ἰωσήφ· «ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι». 6.20.8 τότε γοῦν αὐτὸς ὁ κύριος ὁ θεὸς λόγος, ἐπιπαριὼν τῇ τοῦ παιδὸς ἡλικίᾳ, καὶ ἐν τῇ συστάσῃ αὐτοῦ ἐξ ἁγίας παρθένου σαρκὶ «παχείᾳ» μὲν οὔσῃ διὰ τὸ τῆς σωματικῆς ὕλης ἀντίτυπον, «ἐλαφρᾷ» δὲ πάλιν διὰ τὸ κρείττονα ἢ καθ' ἡμᾶς εἶναι, καὶ «νεφέλη κούφη» ὀνομαζομένῃ διὰ τὸ μὴ ἐξ ἡδυπαθοῦς φθορᾶς, ἀλλ' ἐξ ἁγίου πνεύματος συστῆναι τῇ τῶν Αἰγυπτίων ἐπιδημεῖ χώρᾳ. 6.20.9 Ἡ δ' αἰτία τῆς ἐκεῖσε ἐπιδημίας αὐτοῦ τοῦτον ἔχει τὸν λόγον. ἐπεὶ γὰρ ἐν αὐτῇ πρώτῃ κατάρξαι τὰ τῆς εἰδωλολάτρου πλάνης μνημονεύεται, ἐδόκουν τε πάντων ἀνθρώπων μάλιστα δεισιδαιμονέστατοι τυγχάνειν ἐχθροί τε εἶναι καὶ πολέμιοι τοῦ λαοῦ τοῦ θεοῦ, τῶν προφητῶν κατὰ πλεῖστον ὅσον ἀφεστῶτες, εἰκότως αὐτοῖς πρώτοις ἡ τοῦ θεοῦ ἐφίστη δύναμις. διὸ καὶ πάντων ἀνθρώπων μᾶλλον παρ' Αἰγυπτίοις ἴσχυσεν ὁ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος· ὅθεν ἡ παροῦσα προφητεία αὐτὸν αὐτοῖς ἐπιδημήσειν τὸν κύριον θεσπίζει, 6.20.10 ἀλλ' οὐχὶ τοὺς Αἰγυπτίους ἥξειν εἰς τὴν Ἰουδαίων χώραν οὐδέ γε εἰς τὰ Ἱεροσόλυμα προσκυνήσειν αὐτῷ, οὐδ' ἐνταῦθα κατὰ τὰ παρὰ Μωσεῖ προστεταγμένα προσηλυτεύσειν Ἰουδαίοις, οὐδὲ θύσειν θυσίας ἐν τῷ πρὸς τῇ Ἱερουσαλὴμ θυσιαστηρίῳ· ἀλλὰ τούτων μὲν ἔσεσθαί φησιν οὐδέν, τὸν δὲ κύριον αὐτὸν ἐπιδημήσειν τοῖς Αἰγυπτίοις, καὶ τῆς αὐτοῦ παρουσίας καταξιώσειν τοὺς ἄνδρας, μεγάλων τε ἀγαθῶν καταστήσεσθαι αἴτιον αὐτοῖς· 6.20.11 κατορθώσειν γοῦν αὐτοῦ τὴν ἐπιδημίαν ταῦτα, ἅπερ καὶ αὐτοῖς ἔργοις μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ ἐπιφάνειαν συνίσταται πεπληρωμένα. τίνα δὲ ἦν, θεασώμεθα. Οἱ πρὶν τὴν Αἴγυπτον οἰκοῦντες φαῦλοι καὶ μοχθηροὶ δαίμονες, ἐξ αἰῶνος μακροῦ τοῖς ξοάνοις