1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

76

γέγονεν, καὶ εὑροῦσιν εἰς πᾶν γένος ἀνθρώπων ἐξενεγκεῖν ἀνακαλύψαι τε καὶ πληρῶσαι καὶ κηρῦξαι τὴν γνῶσιν πᾶσιν, ὥστε ἐκ τῆς αὐτῶν ἐκείνων διδασκαλίας εἰσέτι νῦν κατὰ τὸν παρόντα καιρὸν ἐν ὅλοις τοῖς ἐπὶ γῆς ἔθνεσιν μυρία πλήθη οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἀγροίκων, τοσοῦτον τῷ τοῦ Πλάτωνος μὴ πείθεσθαι, ὡς τὸν ποιητὴν καὶ «δημιουργὸν τοῦδε τοῦ παντὸς» μόνον θεὸν γνωρίζειν καὶ μόνον σέβειν καὶ μόνον διὰ τοῦ Χριστοῦ θεολογεῖν. ταῦτ' ἦν τοῦ νέου καὶ καινοῦ γόητος τὰ κατορθώματα, τοιαῦτα τοῦ νομιζομένου πλάνου τὰ γοητεύματα, καὶ τοιοίδε οἱ τοῦ Ἰησοῦ μαθηταί, ἀφ' ὧν δεῖ τὸν διδάσκαλον ὁποῖός τις ἦν γνωρίζειν. 3.6.26 Φέρε δ' ἔτι καὶ ταύτῃ τὸν λόγον διερευνησώμεθα. γόητα φῂς αὐτόν, ὦ οὗτος, ἀλλὰ καὶ φαρμακέα δεινὸν καὶ ἀπατεῶνα καλεῖς. ἆρ' οὖν πρῶτος αὐτὸς καὶ μόνος εὑρετὴς κατέστη τοῦ πράγματος, ἢ πάντως που κατὰ τὸ ἀκόλουθον εἰς διδασκάλους ἀναπέμπειν χρὴ τὰ αἴτια; εἰ μὲν γὰρ μηδενὸς διδάξαντος αὐτὸς πρῶτος καὶ μόνος εὑρετὴς γέγονε τῆς ἐπιχειρήσεως, μηδὲν μηδαμῶς παρ' ἑτέρων μαθὼν μηδ' ἐκ παλαιῶν ἐρανισάμενος, πῶς οὐ θείας φύσεως χρῆν ὁμολογεῖν αὐτόν, ὃς ἄνευ βίβλων καὶ λόγων καὶ διδασκάλων αὐτοδίδακτος καὶ αὐτομαθὴς τοιούτων πραγμάτων εὑρετὴς ἀναπέφηνεν; καὶ μὴν οὔτε βαναύσου τέχνης οὔτε λογικῆς ἐπιστήμης οὐδέ γε τῶν πρώτων στοιχείων τὴν μάθησιν δίχα ποδηγοῦ καὶ διδασκάλου τινὸς ἀναλαβεῖν δυνατόν, μὴ οὐχὶ τὴν κοινὴν ἐκβεβηκότα φύσιν. 3.6.27 οὐδεὶς γοῦν τῶν πώποτε αὐτοδίδακτος ἡμῖν γραμματικῆς παρῆλθεν διδάσκαλος, οὐδέ γε ῥήτωρ μὴ μεμαθηκώς, οὐδ' αὐτοφυὴς ἰατρός, οὐδὲ τέκτων, οὐδ' ἑτέρας δημιουργὸς τέχνης. καίτοι μικρὰ ταῦτα καὶ ἀνθρώπεια· τὸ δὲ φάναι τὸν τῆς ἀνθρώπων εὐσεβείας ἀληθοῦς διδάσκαλον τοιαῦτα τεθαυματουργηκότα, καθ' ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, καὶ τοιαύτας παραδόξους τεραστείας πεποιηκότα, ἃς ἀρτίως διεξήλθομεν, ἐκ τοῦ αὐτομάτου τοιοῦτον φῦναι, μήτε παρὰ παλαιῶν ἐρανισάμενον μήτ' ἐκ νέων διδασκάλων ὠφελημένον, τὰ ὅμοια καὶ πρὸ αὐτοῦ πεποιηκότων, τί ἄλλο ἢ μαρτυρούντων ἐστὶ καὶ ὁμολογούντων θεῖον ἀληθῶς χρῆμα γεγονέναι, καὶ πᾶσαν ἀνθρώπου φύσιν ὑπερβεβηκέναι τὸν δηλούμενον; 3.6.28 Ἀλλὰ διδασκάλοις αὐτὸν φῂς προσεσχηκέναι πλάνοις, μηδὲ λαθεῖν αὐτὸν τὰ σοφὰ τῶν Αἰγυπτίων καὶ τῶν πάλαι παρ' αὐτοῖς λεγομένων τὰ ἀπόρρητα, παρ' ὧν συλλεξάμενον, ἄνδρα τοιοῦτον, οἷον ὁ λόγος παρίστησιν, ἀποδειχθῆναι. τί δῆτα οὖν, ἦ τινες ἄλλοι κρείττους αὐτοῦ πεφήνασιν καὶ πρότεροι τῷ χρόνῳ καὶ αὐτοῦ διδάσκαλοι, εἴτ' ἐπ' Αἰγύπτου εἴθ' ὅπῃ δή; 3.6.29 τί οὖν οὐχὶ κἀκείνων, πρὸ τῆς τούτου κατηγορίας, ἔφθασεν εἰς πάντας ἀνθρώπους ἡ φήμη, ἢ τί μὴ οὐχὶ κἀκείνων εἰσέτι νῦν τὸ κλέος ᾄδεται τῷ ἡμετέρῳ παραπλησίως; Τίς δὲ τῶν ἀπ' αἰῶνος πώποτε γόης, βάρβαρος ἢ Ἕλλην, τοιούτων κατέστη διδάσκαλος φοιτητῶν καὶ τοιούτων νόμων καὶ λόγων αὐθέντης, οἵων ἡ τοῦ σωτῆρος ἡμῶν ἐπιδέδεικται δύναμις; ἰάσεις δὲ τοσάσδε καὶ παραδόξους εὐεργεσίας τοιάσδε, οἵας ὁ ἡμέτερος πεποιηκὼς μνημονεύεται, τίς πώποτε διαπραξάμενος ἱστορεῖται; 3.6.30 τίνος δὲ οἱ γνώριμοι καὶ τῶν πραγμάτων αὐτόπται διὰ πυρὸς καὶ σιδήρου δοκιμῆς τὴν ὑπὲρ ὧν ἐμαρτύρησαν ἀλήθειαν ἐπιστώσαντο ὥσπερ οὖν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, πάσας μὲν αἰκίας ἀνατλάντες, πάσας δὲ βασάνων ἰδέας ὑπομείναντες, καὶ τέλος διὰ τοῦ ἰδίου αἵματος τὰ περὶ αὐτοῦ μαρτυρηθέντα αὐτοῖς πιστωσάμενοι; 3.6.31 Ἔτι πρὸς τούτοις ὁ τῷ δι' ἐναντίας ἡμῖν λόγῳ παριστάμενος λεγέτω, τίς τῶν πώποτε γοήτων κἂν εἰς νοῦν ἐβάλλετο νέου ἔθνους ἐπὶ οἰκείῳ ὀνόματι σύστασιν ποιήσασθαι. τὸ δὲ μὴ μόνον ἐννοῆσαι τοῦτο, ἀλλὰ καὶ κατορθῶσαι τὸ βουληθέν, πῶς οὐ πᾶσαν ἀνθρώπου καλύπτοι ἂν φύσιν; Βασιλέων δὲ δόγμασιν καὶ παλαιῶν νομοθετῶν φιλοσόφων τε καὶ ποιητῶν καὶ θεολόγων ἐξ ἐναντίας θέσθαι νόμους τοὺς κατ' εἰδωλολατρίας, καὶ τούτους κρατῦναι, ἀμάχους τε καὶ ἀηττήτους εἰς μακρὸν ἐπιδεῖξαι αἰῶνα, τίς πώποτε