1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

136

«θεὸν οὐδεὶς ἑώρακεν πώποτε» τάχα ἄν τις ἐναντίαν εἶναι τῷ σωτηριώδει λόγῳ τὴν παροῦσαν ὑπολάβοι λέξιν, ὡς ὁρατὸν ὑποτιθεμένην τὸν τὴν φύσιν ἀόρατον. ἀλλ' εἰ καὶ ταῦτα ἐπὶ τὸν λόγον τοῦ θεοῦ τὸν «πολυμερῶς καὶ πολυτρόπως» ὀφθέντα «τοῖς πατράσιν» ἐκλάβοις ὁμοίως τοῖς προαποδειχθεῖσιν ἡμῖν, οὐκέτ' ἂν δόξοις τοῖς ἐναντίοις περιπίπτειν. θεὸν Ἰσραὴλ ἐνταῦθα ὁρώμενον αὐτὸν ἐκεῖνον εἶναι διδάσκει, ὃν καὶ τῷ Ἰσραὴλ ὀφθέντα, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ, ὃς καὶ πρῶτος αὐτοῦ τὴν προσωνυμίαν ἐκ τοῦ Ἰακὼβ ἐπὶ τὸν Ἰσραὴλ μεταβέβληκεν εἰπὼν «ὅτι ἐνίσχυσας μετὰ θεοῦ», ὅτε καὶ τῆς θείας αὐτοῦ δυνάμεως αἴσθησιν λαβὼν «ὁ Ἰακὼβ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον εἶδος θεοῦ», εἰπὼν «εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή», οὐχ ἕτερον ὑπάρχειν τοῦ θεοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν παρεστήσαμεν. 5.19.1 Ἀπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ. «Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦςἐν Ἰεριχώ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν ὁ Ἰησοῦς εἶπεν, ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; καὶ εἶπεν αὐτῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου, Ἰησοῦ, λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστίν.» 5.19.2 Αὐτὰ δὴ ταῦτα καὶ Μωσεῖ ἀρχομένῳ τῆς θεωρίας ἐπὶ τῆς βάτου πρὸς τοῦ κυρίου εἴρητο, ὡς δηλοῖ ἡ γραφή· «ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ μέσου τοῦ βάτου λέγων, Μωυσῆ Μωυσῆ, μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ' αὐτοῦ γῆ ἁγία ἐστίν». 5.19.3 εἷς ἄρα καὶ ὁ αὐτὸς ἦν ὁ τοῖς ἀμφοτέροις χρηματίσας θεός, ὡς ἐκ τοῦ παραγγέλματος δείκνυται. ἀλλὰ νῦν μὲν διὰ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως αὐτοῦ, Μωσεῖ δὲ διὰ τοῦ ὀφθέντος ἀγγέλου θεσπίζει. στρατιῶν δὲ ὑπερουρανίων καὶ δυνάμεων ὑπερκοσμίων καὶ πνευμάτων ἀοράτων, ἀγγέλων τε θείων καὶ ἀρχαγγέλων τῷ παμβασιλεῖ καὶ πανηγεμόνι τῷ θεῷ λειτουργούντων, κατὰ τὸ εἰρημένον παρὰ τῷ ∆ανιὴλ «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ», πάντων ἀνωτάτω τίς ἂν γένοιτο ἕτερος τοῦ θεοῦ λόγου καὶ τῆς πρωτοτόκου σοφίας τοῦ τε ἐνθέου γεννήματος; εἰκότως ἄρα καὶ «ἀρχιστράτηγος δυνάμεως κυρίου» ἐπὶ τοῦ παρόντος ἀνείρηται, ὡς καὶ «μεγάλης βουλῆς ἄγγελος» ἐν ἑτέροις, καὶ σύνθρονος τοῦ πατρός, αἰώνιός τε καὶ μέγας ἀρχιερεύς. 5.19.4 ἀποδέδεικται δὲ ὅτι καὶ κύριος καὶ θεὸς ὁ αὐτὸς καὶ Χριστός, ὑπὸ τοῦ πατρὸς ἐλαίῳ ἀγαλλιάσεως κεχρισμένος. τῷ μὲν οὖν Ἀβραὰμ παρὰ τῇ δρυῒ φανεὶς ἐν ἀνθρώπου εἴδει, γαληνῷ καὶ εἰρηναίῳ σχήματι ἑαυτὸν ὑποδείκνυσιν, τὴν σωτήριον εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐξ ἐκείνου προοιμιαζόμενος, τῷ δὲ Ἰακώβ, ὡς ἀσκητῇ καὶ ἀγωνιστῇ παλαίειν πρὸς ἐχθροὺς καὶ ἀγωνίζεσθαι μέλλοντι, οἷα ἄνθρωπος, Μωσεῖ δὲ καὶ τῷ λαῷ ἐν εἴδει νεφέλης καὶ πυρὸς καθηγεῖτο, φοβερὸν ὁμοῦ καὶ ἐπεσκιασμένον παρέχων ἑαυτόν. 5.19.5 ἐπεὶ δὲ ὁ τοῦ Μωσέως διάδοχος Ἰησοῦς πολεμίοις ἔμελλεν παρατάττεσθαι, τοῖς τὸ πρὶν Παλαιστίνων γῆς οἰκήτορσιν, ἀλλοφύλοις ἔθνεσιν καὶ ἀσεβεστάτοις, εἰκότως μετὰ ῥομφαίας ἐσπασμένης καὶ κατὰ τῶν πολεμίων ἠκονημένης ὑποφαίνεται, μονονουχὶ διὰ τῆς ὄψεως ἐπιδεικνύς, ὅτι δὴ αὐτὸς ἀοράτῳ ῥομφαίᾳ, ἐνθέῳ δυνάμει, τοὺς ἀσεβεῖς μετιέναι ἔμελλεν, τοῖς οἰκείοις συστρατευόμενος καὶ συναγωνιζόμενος. διὸ κατὰ καιρὸν καὶ «ἀρχιστράτηγον κυρίου» ἑαυτὸν ἀνηγόρευσεν. 5.20.1 Ἀπὸ τοῦ Ἰώβ. «Εἶπεν δὲ κύριος τῷ Ἰὼβ διὰ λαίλαποςκαὶ νεφῶν· ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δή μοι, εἰ ἐπίστασαι σύνεσιν. τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας;» καὶ ἑξῆς· «ὅτε ἐγενήθησαν», φησίν, «ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου· ἔφραξα δὲ θάλασσαν πύλαις», 5.20.2 καὶ ἑξῆς· «ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν, ἑωσφόρος δὲ