2
παρηλλαγμένας τὰς ἐνεργείας ἐνδείκνυσθαι. Cap.1.28 κηʹ. Ὅτι μάτην ὑπέλαβεν ἀπαράβατον εἱρμὸν ἐν τῇ τῶν φύσεων συμφωνίᾳ δύνασθαι συστῆναι. Cap.1.29 κθʹ. Ὅτι μάτην ᾠήθη τὴν ἐν ταῖς ἐνεργείαις ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν, καὶ τὸ ἔμπαλιν. Cap.1.30λʹ. Ὅτι οὐδεὶς ἔστι λόγος θεϊκὸς ὁ τὰ τοιαῦτα ζητεῖν κελεύων· ἐν ᾧ κατεσκευάσθη καὶ τὸ μάταιον τῆς ἐν τούτοις φιλοσοφίας. Cap.1.31 λαʹ. Ὅτι ἱκανή ἐστιν εἰς γνῶσιν τῆς κατὰ τὴν οὐσίαν ταὐτότητος ἡ διὰ τῆς προνοίας κατανόησις. Cap.1.32λβʹ. Ὅτι ἀδιανόητος ἡ ἀπόφασις τοῦ εἰπόντος ἀκολου θεῖν τὸν τρόπον τῆς γεννήσεως τῷ τρόπῳ τῆς ὁμοιότητος.Cap.1.33 λγʹ. Ὅτι μάτην ἀπεφήνατο τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ διαδείκνυσθαι τὸν τῆς γεννήσεως τρόπον. Cap.1.34 λδʹ. Μνήμη τῶν ἐπὶ διαβολῇ τοῦ ὁμοουσίου παρ' αὐτοῦ ῥηθέντων καὶ πρὸς τὰ εἰρημένα μάχη. Cap.1.35 λεʹ. Κατασκευὴ τοῦ πρὸς τὸν μανιχαϊσμὸν ῥέπειν τὸ δόγμα τῶν Ἀνομοίων.Cap.1.36λʹ. Μνήμη πάλιν τοῦ ἐκκλησιαστικοῦ δόγματος ἐν παραδρομῇ. Cap.1.37 λζʹ. Συνηγορία τῶν παρὰ τοῦ μακαρίου Βασιλείου ῥη θέντων παρὰ τούτου δὲ διαβαλλομένων, ἐν οἷς φησιν ὁ ἡμέ τερος τὴν <τοῦ> πατρὸς προσηγορίαν καὶ τὴν τοῦ ἀγεννήτου δύνασθαι τὴν αὐτὴν σημαίνειν διάνοιαν. Cap.1.38 ληʹ. Μάχη πρὸς τοὺς σοφισματώδεις αὐτοῦ συλλογι σμοὺς δι' ἐπιχειρημάτων πλειόνων. ξαπ.1.39 λθʹ. Ἀπόκρισις πρὸς τὸ ἐπιφερόμενον παρ' αὐτοῦ ἐρώ τημα, εἰ ὁ ὢν γεννᾶται. Cap.1.40 μʹ. Ὅτι ψυχρῶς συστῆναι ἑαυτῷ ἐπεχείρησεν, ἐλεγ χθεὶς παρὰ τοῦ μακαρίου Βασιλείου. Cap.1.41 μαʹ. Ὅτι τὸ ἐπακολουθοῦν οὐ ταὐτόν ἐστιν ἐκείνῳ ᾧ ἐπηκολούθει. Cap.1.42 μβʹ. Ἑρμηνεία τῆς τοῦ ἀγεννήτου σημασίας καὶ τοῦ ἀϊδίου θεωρία. Cap.2.1 αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκ διδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετικοὺς καὶ ἕτερα προσεπινοήσαντας ὀνόματα ἐκ τοῦ πατρὸς τοῦ διαβόλου εἶναι λέγειCap.2.2βʹ. Εἶτα τὴν τοῦ ἀϊδίου πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος διὰ πλειόνων ἑρμηνείαν διέξεισιν. Cap.2.3 γʹ. Ἔπειτα τὴν τοῦ ἀκατονομάστου τῆς ἁγίας τριάδος ὀνόματος καὶ τὴν τῶν προσώπων πρὸς ἄλληλα σχέσιν ἔτι τε τὸ τῆς οὐσίας ἄγνωστον καὶ τὴν πρὸς ἡμᾶς αὐτοῦ συγ κατάβασιν καὶ τὴν ἐκ τῆς παρθένου γέννησιν καὶ τὴν δευ τέραν αὐτοῦ παρουσίαν καὶ τὴν ἐκ νεκρῶν ἀνάστασίν τε καὶ ἀνταπόδοσιν. Cap.2.4 δʹ. Μετὰ τοῦτο τὴν κατὰ μέρος τοῦ Εὐνομίου περὶ τοῦ ὄντος κενὴν καὶ βλάσφημον ἔκθεσιν πανσόφως διελέγχει.Cap.2.5εʹ. Εἶτα τὸ ἀδιανόητον τῶν τοῦ Εὐνομίου ῥημάτων τῶν τὴν οὐσίαν τοῦ πατρὸς μὴ χωρίζεσθαι ἢ μερίζεσθαι ἢ ἄλλο τι γίνεσθαι λεγόντων θαυμαστῶς ἀνατρέπει. Cap.2.6 ʹ. Εἶθ' οὕτως τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνότητα καὶ τοῦ Εὐνομίου τὸ τῶν γραφῶν ἀμύητον καὶ ἀνόητον δεί κνυσι. Cap.2.7 ζʹ. Πρὸς τούτοις δείκνυσιν ὅτι οὐ μόνον ἐκ τοῦ πατρὸς ὁ μονογενής, ἀλλὰ καὶ ἐκ τῆς παρθένου ἀπαθῶς ἐκ πνεύ ματος ἁγίου γεννηθεὶς τὴν οὐσίαν οὐκ ἐμέρισεν, ἀλλ' οὐδὲ ἡ τῶν ἀνθρώπων φύσις γεννωμένη ἀπὸ τῶν τικτόντων μερί ζεται ἢ σχίζεται, καθὼς ἀπό τε τοῦ Ἀδὰμ καὶ τοῦ Ἀβραὰμ πανσόφως ἀπεδείχθη. Cap.2.8 ηʹ. Ἐπὶ τούτοις τὴν τοῦ μονογενοῦς καὶ τὴν τοῦ πρω τοτόκου ἑρμηνείαν τετράκις παρὰ τοῦ ἀποστόλου ῥηθεῖσαν πάνυ ἁρμοδίως διέξεισιν. Cap.2.9θʹ. Εἶτα πάλιν τὴν τοῦ μονογενοῦς γέννησιν ἑτέρας τε διαφόρους ὑλικάς τε καὶ ἀΰλους γεννήσεις τεχνολογήσας ἀπαύγασμα δόξης καὶ οὐ κτίσμα τὸν υἱὸν μεγαλοπρεπῶς ἀποδείκνυσιν. Cap.2.10 ιʹ. Ἔπειτα τὴν τοῦ Κύριος ἔκτισέ με ῥῆσιν καὶ τὸν περὶ τῆς ἀρχῆς τοῦ υἱοῦ λόγον τό τε ἀπατηλὸν τῶν τοῦ Εὐνομίου ῥημάτων καὶ τὴν λέγουσαν ῥῆσιν Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω ποικίλως διεξετάσας καλῶς διηρμήνευσεν. Cap.2.11 ιαʹ. Εἶτα τὴν τοῦ παντοκράτορος ἀξίαν καὶ τὴν τοῦ μονογενοῦς ἀϊδιότητα καὶ τὸ Γενόμενος ὑπήκοος διασαφή σας τὸ τοῦ Εὐνομίου ἀνόητον ἐν τῷ λέγειν οὐκ ἐκ τῆς ὑπακοῆς αὐτὸν προσλαβεῖν τὸ εἶναι υἱὸν δείκνυσιν. Cap.2.12 ιβʹ. Εἶθ' οὕτως τὴν τοῦ μεσίτου ἑρμηνείαν τοῦ τε ὁμοίου καὶ ἀγεννήτου καὶ γεννητοῦ τήν τε εἰκόνα