3
καὶ σφρα γῖδα τῆς τοῦ παντοκράτορος ἐνεργείας καὶ τῶν ἔργων παγ κάλως διέξεισιν.Cap.2.13ιγʹ. Μετὰ τοῦτο τὴν εὐαγγελικὴν διερμηνεύει ῥῆσιν Ὁ πατὴρ κρίνει οὐδένα· ἔτι τοῦ μετὰ ψυχῆς καὶ σώματος ἀνα ληφθέντος ἀνθρώπου παρὰ τοῦ κυρίου τήν τε παράβασιν τοῦ Ἀδὰμ καὶ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν διε σάφησε. Cap.2.14ιδʹ. Πρὸς τούτοις τὴν δόξαν ἣν ἡ ἐκκλησία ὅ τε Εὐνόμιος περὶ τοῦ ἁγίου ἔχουσι πνεύματος διεξέρχεται, καὶ ὅτι οὐ τρεῖς θεοὶ ἀλλ' εἷς, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· πρὸς οἷς καὶ διαφόρους ὑποταγὰς ἐκτίθεται, ἐν οἷς καὶ τὴν παρὰ πάντων πρὸς τὸν υἱὸν ὑποταγὴν <καὶ τὴν> τοῦ υἱοῦ πρὸς τὸν πατέρα τὴν αὐτὴν ἀπέδειξεν. Cap.2.15 ιεʹ. Εἶτα τὸ ἀδιανόητον τοῦ Εὐνομίου διὰ πολλῶν ἀπο δείξας ποτὲ μὲν κτιστὸν τὸ ἅγιον λέγοντος πνεῦμα καὶ τοῦ υἱοῦ ἔργον κάλλιστον, ποτὲ δὲ ἀπὸ τῶν ἐνεργειῶν αὐτοῦ θεὸν ὁμολογοῦντος τελειοῖ τὸν λόγον. Cap.3.1 αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸν μονογενῆ ὀνομά ζεσθαι, ὡς τῆς ἁγίας γραφῆς, φησίν, ἄνωθεν τοῦτο δηλού σης, ποτὲ δὲ ὅτι διὰ τὸ κτισθῆναι μηκέτι υἱὸν ἀλλὰ ποίημα λέγεσθαι.Cap.3.2βʹ. Εἶτα πάλιν τὴν τοῦ Κύριος ἔκτισέ με ῥῆσιν παγ κάλως καὶ ἁρμοδίως καὶ ἀκριβῶς διεξετάσας ἐκτίθεται. Cap.3.3 γʹ. Ἔπειτα τὴν τοῦ γεννητοῦ καὶ ἀγεννήτου οὐκ ἀλλο τρίωσιν οὐσίας ἔκ τε τοῦ Ἀδὰμ καὶ Ἄβελ καὶ ἑτέρων ὑπο-δειγμάτων δείκνυσιν. Cap.3.4δʹ. Εἶθ' οὕτως τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνότητα καὶ τὸ ταὐτὸν τῆς οὐσίας καὶ κοινὸν τῆς φύσεως· ἐν ᾧ καὶ φυσιολογία περὶ γεννήσεως οἴνου, καὶ ὅτι ὅ τε υἱὸς καὶ τὸ γέννημα ἐπὶ τῆς τοῦ μονογενοῦς προσηγορίας ὁμογενῆ τὴν οἰκειότητα ἔχουσιν.Cap.3.5εʹ. Πρὸς τούτοις τὸ ἀκατάληπτον τῆς θείας οὐσίας διέξεισι καὶ τὸ πρὸς τὴν Σαμαρεῖτιν ῥηθὲν Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε ἑρμηνεύει. Cap.3.6 ʹ. Μετὰ ταῦτα τὴν τοῦ υἱοῦ κλῆσιν καὶ <τὴν> τοῦ γεννήματος διαφοράς τε υἱῶν θεοῦ πλείστας καὶ ἀνθρώπων καὶ κριῶν καὶ ἀπωλείας φωτός τε καὶ ἡμέρας ἐκτίθεται. Cap.3.7 ζʹ. Πρὸς οἷς τὰς τοῦ μονογενοῦς προσηγορίας θεϊκάς τε καὶ ἀνθρωπίνας διερμηνεύσας τὸ γεννητὸν καὶ ἀγέννητον διεξετάσας τὸν λόγον πληροῖ. Cap.4.1αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονο γενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν ἐκ παρθένου γέννησιν σαφῶς διερμηνεύει.Cap.4.2 βʹ. Εἶθ' οὕτως τὰ ἁρμόζοντα περὶ τῆς ὑποστάσεως τῆς γη<ίνη>ς ταῦτα περὶ τοῦ μονογενοῦς τὸν Εὐνόμιον εἰρη κέναι διελέγξας τρεπτὸν αὐτὸν καὶ κτιστὸν βουλόμενον δεῖξαι ἀποδείκνυσιν. Cap.4.3γʹ. Εἶτα τὸν περὶ τοῦ πρωτοτόκου λόγον πάλιν ὡς παρὰ τοῦ ἀποστόλου τετράκις μνημονευθέντα θαυμασίως διέξ εισιν.Cap.4.4 δʹ. Μετὰ τοῦτο πάλιν τὸ ἀπαθὲς τῆς τοῦ κυρίου γεν νήσεως καὶ τὸ τοῦ Εὐνομίου ἀνόητον ὡς τὴν γεννηθεῖσαν οὐσίαν τὴν τοῦ υἱοῦ προσηγορίαν ἔχειν εἰπόντος, πάλιν δὲ ἐπιλαθομένου καὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα σχέσιν ἀρνουμένου· ἐν οἷς καὶ τὸ κατὰ τὴν Κίρκην καὶ τὸ <τοῦ> μανδραγόρου διέξεισι φάρμακον. Cap.4.5εʹ. Πάλιν τε τὸν Εὐνόμιον ὑπὸ τῆς ἀληθείας ἀναγκα ζόμενον τῷ ὀρθῷ συνηγοροῦντα δείκνυσι δόγματι, κυριωτάτην καὶ πρώτην οὐ μόνον τὴν τοῦ πατρός, ἀλλὰ καὶ τὴν τοῦ μονογενοῦς οὐσίαν ὁμολογοῦντα.Cap.4.6ʹ. Εἶτα τὸν περὶ τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος γυμνάζει λόγον καὶ τὸ ἀμεσίτευτον καὶ ἀμέριστον τῆς οὐσίας καὶ τὴν πρὸς τὸν κτίσαντα καὶ πεποιηκότα σχέσιν ἀσεβῶς παρά τε Εὐνομίου καὶ Θεογνώστου λεγόμενα ἀποδείκνυσι. Cap.4.7 ζʹ. Πρὸς τούτοις τὸ ἀσύγκριτον τῶν μετὰ τὸν υἱὸν γενο μένων, καὶ τὴν κακούργως παρὰ τοῦ Εὐνομίου ἐπινοηθεῖσαν διὰ τῆς τοῦ μονογενοῦς καὶ τοῦ υἱοῦ ὀνομασίας εἰς ἀπάτην τῶν ἀκροωμένων ἐπικεκρυμμένην εἰδωλολατρείαν σοφῶς καὶ ἐντέχνως διελέγχει.Cap.4.8 ηʹ. Εἶθ' οὕτως τὴν τοῦ πατρὸς καὶ υἱοῦ οὐσίαν ἀπαρ άλλακτον δείκνυσιν· ἐν ᾧ καὶ πολλὰς παραλλαγὰς καὶ ἁρμονίας ἐκδιδάσκει, τήν τε μορφὴν καὶ σφραγῖδα καὶ χα ρακτῆρα