1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

3

Θεοῦ, οὐ τῷ τόπῳ, ἀλλὰ τῷ ἀνακεχωρηκότι τῆς φύσεως, καὶ πολὺ τὸ μέσον κτίσματος καὶ κτίστου. Αἰσχυνέσθωσαν οἱ αἱρετικοὶ ταῦτα ἀκούοντες. Τί δὲ ἐξελέξατο; Ὥστε εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. Ἵνα τοίνυν μὴ, ἀκούσας, ὅτι Ἐξελέξατο, τὴν πίστιν ἀρκεῖν νομίσῃς μόνον, καὶ τὸν βίον προστίθησι· ∆ιὰ τοῦτο ἐξελέξατο, φησὶ, καὶ ἐπὶ τούτῳ, ἵνα ἅγιοι ὦμεν καὶ ἄμωμοι. Ἐξελέξατο καὶ Ἰουδαίους ποτέ. Πῶς; Ἔθνος τοῦτο, φησὶν, ἐξελέξατο ἐκ τῶν ἐθνῶν. Εἰ δὲ ἄνθρωποι ἐκλεγόμενοι, τὰ κάλλιστα ἐκλέγονται, πολλῷ μᾶλλον ὁ Θεός. Καὶ τὸ ἐκλεγῆναι δὲ, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τεκμήριον καὶ τῆς αὐτῶν ἀρετῆς· πάντως γὰρ αὐτοὺς δοκίμους ἐξελέξατο· ἐποίησεν ἡμᾶς αὐτὸς ἁγίους, ἀλλὰ δεῖ μεῖναι ἁγίους. Ἅγιός ἐστιν ὁ τῆς πίστεως μετέχων· ἄμωμος, ὁ ἀνεπίληπτον βίον μετιών. Ἀλλ' ἁγιότητα καὶ τὸ ἀνεπίληπτον οὐχ ἁπλῶς ἐπιζητεῖ, ἀλλὰ τὸ ἐνώπιον αὐτοῦ τοιούτους φαίνεσθαι. Εἰσὶ γὰρ ἅγιοι καὶ ἄμωμοι, ἀλλ' ἀνθρώποις οὕτω νομιζόμενοι, οἱ τάφοις ἐοικότες κεκονιασμένοις, καθὼς οἱ τὰς δορὰς τῶν προβάτων ἔχοντες. Ἀλλ' οὐ τοιούτους ζητεῖ, ἀλλ' οἵους ὁ Προφήτης φησί· Καὶ κατὰ τὴν καθαρότητα τῶν χειρῶν μου. Ποίαν; Τὴν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ ἁγιωσύνην ζητεῖ, ἣν ὁ τοῦ Θεοῦ ὀφθαλμὸς ὁρᾷ. Εἶπε καὶ τούτων τὰ κατορθώματα, καὶ πάλιν ἐπὶ τὴν χάριν ἄνεισι, καί φησιν· Ἐν ἀγάπῃ, προορίσας ἡμᾶς. Οὐ γὰρ ἀπὸ πόνων οὐδὲ κατορθωμάτων τοῦτο γίνεται, ἀλλ' ἀπὸ ἀγάπης, οὔτε ἀπὸ ἀγάπης μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἡμετέρας ἀρετῆς. Εἰ γὰρ δὴ ἀπὸ ἀγάπης μόνης, ἐχρῆν ἅπαντας σωθῆναι· εἰ δὲ ἀπὸ τῆς ἡμετέρας ἀρετῆς πάλιν μόνης, περιττὴ ἡ παρουσία αὐτοῦ, καὶ πάντα τὰ οἰκονομηθέντα. Ἀλλ' οὔτε ἀπὸ ἀγάπης μόνης, οὔτε ἀπὸ τῆς ἡμετέρας ἀρετῆς, ἀλλ' ἐξ ἀμφοτέρων. Ἐξελέξατο γὰρ ἡμᾶς, φησίν· ὁ δὲ ἐκλεγόμενος οἶδεν ὅπερ ἐκλέγεται. Ἐν ἀγάπῃ, φησὶ, προορίσας ἡμᾶς. Οὐδένα γὰρ ἂν ἔσωσεν ἡ ἀρετὴ, τῆς ἀγάπης μὴ οὔσης. Εἰπὲ γάρ μοι, τί Παῦλος ἂν ὠφελήθη, τί δὲ ἂν ἐπεδείξατο, εἰ μὴ καὶ ἄνωθεν αὐτὸν ἐκάλεσε, καὶ ἀγαπήσας εἵλκυσε πρὸς ἑαυτόν; Ἄλλως δὲ, καὶ τὸ τοσούτων ἀξιῶσαι, ἀγάπης ἦν, οὐ τῆς ἡμετέρας ἀρετῆς. Τὸ γὰρ ἐναρέτους γενέσθαι καὶ πιστεῦσαι καὶ προσελθεῖν, καὶ τοῦτο μὲν αὐτοῦ ἦν τοῦ καλέσαντος, πλὴν ἀλλὰ καὶ ἡμέτερον· τὸ δὲ προσελθόντας τοσούτων ἀξιῶσαι τιμῶν, ὥστε εὐθέως 62.13 ἀπὸ ἔχθρας εἰς υἱοθεσίαν ἀγαγεῖν, ὑπερβαλλούσης ὄντως ἀγάπης. Ἐν ἀγάπῃ, φησὶ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Ὁρᾷς πῶς οὐδὲν ἄνευ Χριστοῦ; πῶς οὐδὲν ἄνευ τοῦ Πατρός; Ἐκεῖνος προώρισεν, οὗτος προσήγαγε. Καὶ ταῦτα τίθησιν ἐπαίρων τὰ γεγενημένα, καθάπερ καὶ ἑτέρωθί φησιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Μεγάλα μὲν γὰρ τὰ δοθέντα, πολλῷ δὲ μείζονα γίνεται τῷ διὰ τοῦ Χριστοῦ δοθῆναι· ὅτι οὐκ ἔπεμψέ τινα τῶν δούλων πρὸς τοὺς δούλους, ἀλλ' αὐτὸν τὸν Μονογενῆ. Κατὰ τὴν εὐδοκίαν, φησὶ, τοῦ θελήματος αὑτοῦ. Τουτέστιν, διὰ τὸ σφοδρῶς θελῆσαι. Ἡ ἐπιθυμία αὐτοῦ, ὡς ἄν τις εἴποι, αὕτη ἐστί· πανταχοῦ γὰρ εὐδοκία τὸ θέλημά ἐστι τὸ προηγούμενον. Ἔστι γὰρ καὶ ἄλλο θέλημα· οἷον, θέλημα πρῶτον, τὸ μὴ ἀπολέσθαι ἡμαρτηκότας· θέλημα δεύτερον, τὸ γενομένους κακοὺς ἀπολέσθαι. Οὐ γὰρ δὴ ἀνάγκη αὐτοὺς κολάζει, ἀλλὰ θέλημα. Τοιοῦτον καὶ ἐπὶ Παύλου ἔστιν ἰδεῖν, οἷον ὡς ὅταν λέγῃ· Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· καὶ πάλιν, Θέλω νεωτέρας γαμεῖν, τεκνογονεῖν. Εὐδοκίαν οὖν τὸ πρῶτον θέλημά φησι, τὸ σφοδρὸν θέλημα, τὸ μετὰ ἐπιθυμίας θέλημα, τὸ πεῖσμα· οὐ γὰρ παραιτήσομαι καὶ κοινοτέρᾳ λέξει χρήσασθαι σαφηνείας ἕνεκεν τῶν ἀφελεστέρων· οὕτω γὰρ καὶ ἡμεῖς τὴν ἐπίτασιν τοῦ θελήματος δηλοῦντες, Κατὰ τὸ πεῖσμα ἡμῶν, λέγομεν. Ὃ οὖν λέγει, τοῦτό ἐστι· Σφόδρα ἐφίεται, σφόδρα ἐπιθυμεῖ τῆς σωτηρίας τῆς ἡμετέρας. Τίνος οὖν ἕνεκεν οὕτως ἡμᾶς ἀγαπᾷ, καὶ πόθεν οὕτω φιλεῖ; Ἀπὸ ἀγαθότητος μόνης· ἡ γὰρ χάρις ἀγαθότητός ἐστι. ∆ιὰ τοῦτό φησιν, Εἰς υἱοθεσίαν ἡμᾶς προώρισε, θέλων, καὶ σφόδρα τοῦτο βουλόμενος, ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ. Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὑτοῦ,